Psalm Μςʹ rem close
Rem CLOSEOUT: Psalm Μςʹ CLOSEOUT.
Greek
ἀγγέλων ἀρχὴν διὰ τούτου νοεῖ σθαι πρέπει. Γεγόνασι δὲ θρόνος αὐτοῦ καὶ οἱ πιστεύ σαντες εἰς αὐτὸν, οἳ καὶ εἰσὶν ἅγιοι, ἅτε δὲ καὶ ἀπόνιψιν μὲν ἐσχηκότες τῶν ἡμαρτημένων, κατα κεχριμένοι δὲ τὰς καρδίας τῇ τοῦ ἁγίου Πνεύματος ἐνεργείᾳ καὶ χάριτι. Γεγόνασι δὲ οὕτω καὶ τῆς θείας φύσεως αὐτοῦ κοινωνοί. Ὅτι τοίνυν ἐπανεπαύσατο καὶ ἡμῖν τοῖς ἐπὶ τῆς γῆς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, χαίροντες οἱ πνευματοφόροι καὶ τοῦτό φασιν· ὅτι Κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ, τουτέστιν ἐπαναπαύεται τοῖς ἑαυτοῦ γνωρίμοις, καὶ ἔστιν ἐν ἡμῖν, καθάπερ ἀμέλει καὶ ἐν τοῖς ἄνω πνεύμασιν. 69.1057 Εἰ δὲ δὴ βούλοιτό τις διὰ τοῦ θρόνου τὸ ἱδρυμένον καὶ ἀκατάσειστον παντελῶς τῆς Χριστοῦ βασιλείας σημαίνεσθαι, συνήσει καὶ οὕτως ὀρθῶς. ∆ιηνεκὴς γὰρ ἡ βασιλεία Χριστοῦ, καὶ εἰς ἀτελευτήτους αἰῶνας πέμπεται· οὐ γὰρ ἔσται τέλος τῆς βασιλείας αὐτοῦ, κατὰ τὴν τοῦ ἀγγέλου φωνήν. Ἄρχοντες λαῶν συνήχθησαν μετὰ [τοῦ Θεοῦ] Ἀβραὰμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. (B f. 180 b. I f. 254) Ἐοίκασιν ἐν τούτοις ἢ τὴν ἑαυτῶν ἀνάῤῥησιν καταδηλοῦν οἱ θεσπέσιοι μαθηταὶ, ἤγουν ὡς ἐν τάξει προφητείας τὴν τῶν ἐσομένων μετ' αὐτοὺς ποιμένων ἁγίων πληθὺν ὑπομένειν. Ἄρχοντες γὰρ γεγόνασι λαῶν πρῶτοι μὲν αὐτοὶ, μετ' αὐτοὺς δὲ καὶ καθ' ἑξῆς ἕτεροι πλεῖστοί τε ὅσοι καὶ σοφοὶ, καὶ τῆς αὐτῶν εὐσεβείας κατόπιν ἰέναι σπου δάζοντες, καὶ τὸ θεῖόν τε καὶ ἀγγελικὸν περιαγγέλ λοντες κήρυγμα τοῖς ἁπανταχοῦ. Οὗτοι δὴ οὖν συν ήχθησαν, τουτέστι συνῆλθον, ἤτοι συνέβησαν εἰς ὁμοπιστίαν τε καὶ ὁμοψυχίαν, προσθείην δ' ἂν ὅτι καὶ ταυτοέπειαν· εἷς γὰρ Κύριος, μία πίστις, ἒν βά πτισμα, καὶ εἷς ὁ παρὰ πάντων ἐστὶ λόγος ἐπὶ Χριστῷ τῶν συνιέντων ὀρθῶς τὸ ἐπ' αὐτῷ μυστήριον. Εἰ δὲ παρασημαίνουσί τινες καὶ παρευθύνουσι τὴν ἀλή θειαν, ἀλλ' οὐδεὶς τῶν τοιούτων ἡμῖν ὁ λόγος, οἷς καὶ σύνεστιν ὁ Χριστός· καὶ οὐ πρόσφατος ὑπάρχων Θεὸς, ἀλλ' ἐκεῖνος αὐτὸς ὁ καὶ τοῦ προπάτορος Ἀβραάμ. Οὕτω συνήχθησαν οἱ ἄρχοντες, οἱ περὶ ὧν ἀρτίως γέγονεν ἡμῖν ὁ λόγος, μετὰ τοῦ Θεοῦ Ἀβραάμ. Ὅτι δὲ γεγόνασιν ἐπίσημοι καὶ ἀπόβλεπτοι τοῖς ἁπανταχοῦ, Χριστοῦ νέμοντος αὐτοῖς τὸ εἶναι τοιού τους, διασαφοῦσι λέγοντες, ὅτι "Τοῦ Θεοῦ οἱ κραταιοὶ," τουτέστιν οἱ πνευματικὴν ἔχοντες εὐανδρίαν, οἱ εὐ σθενέστατοι μαχηταὶ, οἱ ταῖς τοῦ διαβόλου δυστρο πίαις ἀντιταττόμενοι, καὶ ταῖς τῶν φλυαρούντων κενοφωνίαις ἀντανιστάμενοι, τῆς γῆς σφόδρα ἐπήρ θησαν· τουτέστιν οὐ χθαμαλοὶ καὶ ἄσημοι καὶ ἀπεῤ ῥιμμένοι νοηθεῖεν ἂν, ἀλλ' οἷον ὑψοῦ βεβηκότες κατὰ ἀρετὴν, καὶ ἀνῳκισμένην ἔχοντες ζωὴν, καὶ οὐ βά σιμον τοῖς πολλοῖς. Ἢ τάχα που καὶ τὸ ἐπῆρθαι λέγειν αὐτοὺς ἀπὸ τῆς γῆς, κατασημαίνειεν τὸ νοῦν ἔχειν αὐτοὺς οὐ τοῖς ἐπιγείοις ἐμπεπηγότα πράγμα σιν, ἀλλ' ὑπερορῶντα τῶν σαρκικῶν, καὶ ἄνω βλέ ποντα, διά τοι τὸ βούλεσθαι δογματικῆς εὐτεχνίας καὶ πρακτικῆς ἀστειότητος εἰς λῆξιν ἐλθεῖν.
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.