Exposition on the Psalms · §ps044-rem-early

Psalm Μςʹ rem early

Rem early: Psalm Μςʹ; historia and theoria on the lemma toward Christ.

Greek

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. εἶναι σχοίνισμά τε καὶ κλῆρος αὐτοῦ. Καὶ καθ' ἕτερον δὲ τρόπον νοήσεις, ὅτι πρὸς τῇ τῶν ἐθνῶν πληθύϊ, καὶ αὐτὸν ἐσχήκασιν ὑπὸ πόδας τὸν Ἰακὼb, ἤτοι τοὺς ἐξ αἵματος Ἰακώβ· εἰ γὰρ καὶ μὴ ἅπας πεπίστευκεν Ἰακὼb, ἀλλ' οὖν ἡ καλλονὴ παν τὸς τοῦ λαοῦ δεδράμηκεν εἰς τοῦτο, ἵνα νοῇς τὸ κα τάλειμμα. Ἐννοεῖν γὰρ ἀκόλουθον, ὅτι τῆς Ἰουδαίων ἀγέλης οἱ συνετώτεροι πεπιστεύκασιν εἰς Χριστὸν, ἔκ τε νόμου καὶ προφητῶν τὸ περὶ αὐτοῦ συνέντες μυστήριον, καὶ δι' ὧν ἔφη τε ὁμοῦ καὶ τε θαυματούργηκεν ὁ Χριστός. Καὶ γοῦν ὁ μὲν Φίλιπ πος ἔφη τῷ Ναθαναήλ· "Ὃν ἔγραψεν Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν Ἰησοῦν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέθ." Εἶτα πρὸς ταῦτα ἐκεῖνος· "Ἐκ Ναζαρὲθ δύναταί τι ἀγαθὸν εἶναι;" Ἅμα γὰρ ἀκήκοεν τὴν Ναζαρὲθ, καὶ εἰς ἀρχὰς ἀνεπήδα τῆς ἐπὶ Χριστῷ γνώσεώς τε καὶ ἀκριβείας. Ταύτην εἶναί φαμεν τὴν καλλονὴν Ἰακώb. Οἱ γὰρ οὕτω διατεθέν τες, καθ' ἃ καὶ αὐτὸς ὁ Ναθαναὴλ ὁ ἀληθῶς Ἰσραη λίτης, καὶ ἐν ᾧ δόλος οὐκ ἦν, εἰκότως ἂν λέγοιντο καλλονὴ τοῦ Ἰακὼb, καὶ δὴ καὶ ἠγαπῆσθαι παρὰ Θεοῦ, οἳ δὴ καὶ ὁμοῦ τούτοις ὑπετάχθησαν τοῖς ἁγίοις μυσταγωγοῖς. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Ψάλατε τῷ Θεῷ ἡμῶν, κ.τ.λ. (I f. 252 b) Συγχορευτὰς ἀποφαίνουσιν τῶν ἐν οὐ ρανοῖς ἁγίων ἀγγέλων τοὺς ἐπὶ τῆς γῆς, καὶ μίαν ὥσπερ ἁρμοσαμένους τὴν λύραν, εὔρυθμόν τε καὶ εὔηχον ἀνακρούειν μέλος, χαίροντας ὅτι τὴν καθ' ἡμᾶς πληρώσας οἰκονομίαν ἀνέβη πρὸς τὸν ἐν οὐ ρανοῖς Πατέρα καὶ Θεὸν, ἀπαρχή τις ὥσπερ ἀνθρω πότητος γεγονὼς ἀνανεωθείσης εἰς ἀφθαρσίαν· καὶ τοῦτο γὰρ ἐν Χριστῷ πεπλουτήκαμεν. Ψάλατε δὴ οὖν, φησὶ, καὶ ἔτι ψάλατε, καὶ ἀκατάληκτον ποιεῖσθε τὴν ὑμνῳδίαν. Ἀνέβη γὰρ ὁ Θεὸς ἐν ἀλαλαγμῷ, καὶ ὁ Κύριος ἐν φωνῇ σάλπιγγος, οὐχ ἕτερος ὢν ὁ Θεὸς, καὶ ἕτερος Κύριος, ἀλλ' εἷς τε καὶ ὁ αὐτός· ἕψεται γὰρ πάντως τῷ εἶναι Θεὸν ἡ τῆς κυριότητος δόξα, καθάπερ ἀμέλει καὶ τῷ κατὰ φύσιν ὄντι Κυρίῳ, τὸ εἶναι Θεόν. Ἐπειδὴ δὲ καὶ ἀλαλαγμοῦ ποιεῖται μνή μην καὶ σάλπιγγος φωνῆς, εἰς ἐννοίας ἄνιμεν τοιαύ τας οἱ τὰ Χριστοῦ φρονοῦντες καὶ λέγοντες. Ἀν έβη μὲν γὰρ ἐν τοῖς οὐρανοῖς νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν, ἀλλ' ἦν τοῖς ἐν οὐ ρανῷ πνεύμασιν θέαμα ξένον θεοπρεπεῖ δόξῃ δια πρέπων ἄνθρωπος, καὶ ἐν ὑπεροχαῖς ὁρώμενος ταῖς ἐπέκεινα λόγου. Ἦν οὖν ἀναγκαῖον μυσταγωγεῖσθαι παρὰ τοῦ ἁγίου Πνεύματος τὰς ἄνω δυνάμεις, ὅτι Θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος. Ταύτῃτοι καὶ προσέταττεν αὐτοῖς αἴρειν τε τὰς ἄνω πύλας, καὶ μὴν τὸ εἰδέναι σαφῶς, τὸν ἐν εἴδει τῷ καθ' ἡμᾶς ἀναφοιτῶντα Θεὸν εἰς τὴν αὐτῷ καὶ μόνῳ πρέπουσαν καὶ οὐσιωδῶς ἐνυπάρχουσαν δόξαν Ἔφασκε γὰρ, ὅτι "Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης." Ἐρομένων δὲ τῶν ἄνω 69.1056 πνευμάτων ἢ καὶ ἐνδοιαζόντων ὑπό γε τοῦ μὴ εἰδέναι σαφῶς τίς ἐστιν οὗτος ὁ

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.