Exposition on the Psalms · §ps044-open

Expositio in Psalmos Psalm Μςʹ opening

Psalm Μςʹ.

Lemma-led open on ΨΑΛΜΟΣ Μς ʹ. — Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν,

Greek

ΨΑΛΜΟΣ Μς ʹ. Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορέ. (A f. 260 b, B f. 178, K f. 2, I f. 250 b, L f. 69.1052 124) ∆ιακονοῦσί τινες τοῖς υἱοῖς Κορὲ ἱεροψάλται πάντως που, οἳ δὴ καὶ ἀναφέρουσιν τὴν λιτήν. Ἐπι γέγραπται γοῦν ὑπὲρ τῶν υἱῶν Κορὲ, οὐχ ὡς ὑπέρ γε πάντως ἐκείνων γενομένης τῆς ᾠδῆς, ἀλλ' ὡς δι' αὐτῶν ὑπηρετεῖν τεταγμένων τῇ ἀναφορᾷ τῆς ᾠδῆς. Ἔστι δὲ τῶν ἁγίων ἀποστόλων τὸ πρόσωπον, ὡς ἤδη κεκελευσμένων μαθητεῦσαι μὲν πάντα τὰ ἔθνη, βαπτί σαι τε αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἐπειδὴ δὲ πλείστων ὅσων αὐτοῖς καὶ μεγάλων ἀγαθῶν προμνήστρια γέ γονεν ἡ πίστις (κέκληνται γὰρ δι' αὐτῆς εἰς υἱοθε σίαν Θεοῦ, εἰς μέθεξιν τοῦ ἁγίου Πνεύματος θείας τε φύσεως γεγόνασι κοινωνοὶ, καὶ τὴν τῶν ἐξ οὐρα νοῦ χαρισμάτων πεπλουτήκασι χάριν, καὶ τῆς τῶν ἁγίων ἐλπίδος γεγόνασι κοινωνοὶ), ταύτῃ τοι καὶ μάλα εἰκότως πανηγυρίζειν αὐτοῖς ἐπιτάττουσι λέγοντες· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ. (I f. 251, L f. 124) Τὸ δ' αἴτιον τῆς πανηγύρεως, ὅτι τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἐγνώσθη Χριστὸς τοῦτο ὑπάρχων, ὅπερ ἐστὶ κατὰ ἀλήθειαν, βασιλεὺς δηλον ότι καὶ Θεὸς ὕψιστός τε καὶ φοβερός· βασιλεὺς δὲ τῶν ἐθνῶν οὐκ ἀρχὴν ἕχων καὶ τῆς βασιλείας, ὅτε κεκράτηκεν αὐτῶν, ἀλλ' ὅτι Κύριος ὢν τῶν ὅλων καὶ βασιλεὺς ὡς Θεὸς, ὑπὸ σκῆπτρα τέθεικε τῆς ἑαυτοῦ βασιλείας καὶ αὐτὰ, τῆς τῶν πάλαι κρατούντων πλεονεξίας ἐξελών.–(A f. 261) Ἐπινίκιος ᾠδή ἐστιν ὁ ψαλμός. Ὡς οὗν πεπτωκυιῶν τῶν ἀντικει μένων δυνάμεων, ᾄδειν τὰ ἔθνη παρακελεύεται. Ἀλα λάξουσι δὲ ὡς νικήσαντες ἐν Χριστῷ. Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐ τοῦ, τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν. (B f. 179, E f. 85, I f. 252, L. f. 124 b) ∆οκεῖ γε μὴν ἑτέροις τὸ, "Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν," καὶ ἑτέρως χρῆναι νοεῖν· λαοὺς γὰρ δὴ καὶ ἔθνη τὰ ὑπὸ πόδας ἁγίων αὐτόν τε τὸν Σατανᾶν καὶ τὰς σὺν αὐτῷ πονηρὰς δυνάμεις εἶναί φασι. Περὶ ὧν ἔφη ὁ Χριστός· "Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶ σαν τὴν δύναμιν τοῦ ἐχθροῦ." Καταθαυμάζουσι δὲ καὶ τὴν τοῦ Σωτῆρος φιλοτιμίαν, ὅτι ψήφῳ δικαίᾳ Θεοῦ πάντα τὰ γέρα τῶν ἐξ Ἰσραὴλ, καὶ τὰ ἐκείνοις ἐπηγγελμένα παρὰ Θεοῦ, δέδοται μᾶλλον τοῖς ἐξ ἐθνῶν, ἅτε δὴ προσηκαμένοις τὴν πίστιν, καὶ ἐπ εγνωκόσι τὸν εὐεργέτην. Καὶ γοῦν περὶ αὐτοῦ τοῦ θείου κηρύγματος εἴρηταί που πρὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ παρὰ τῶν ἁγίων μυσταγωγῶν· "Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαλῆσαι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ ἀναξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος." Χαί ρουσι τοίνυν ὡς λαβόντες παρὰ Χριστοῦ τὸ εἶναι κλῆρος αὐτοῦ, καταλογισθῆναι δὲ ὥσπερ καὶ ἐν τῇ καλλονῇ Ἰακώb. Πάλαι μὲν γὰρ ἐγενήθη μερὶς Κυ ρίου λαὸς αὐτοῦ Ἰακὼb, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ· ἐπειδὴ δὲ πεπαρῴνηκεν εἰς Χριστὸν, 69.1053 ἐξώσθη τοῦ εἶναι κλῆρος αὐτοῦ Σεσαγήνευται δὲ διὰ πίστεως τῶν ἐθνῶν ἡ πληθὺς, καὶ ἀνεκομίσθη παρὰ Θεοῦ εἰς τὸ 112 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.