Exposition on the Psalms · §ps043-rem-mid

Psalm ΜΕʹ rem mid

Rem mid: Psalm ΜΕʹ; lemma continues; spiritual reading with the letter.

Greek

γραφὴ ἡ λέγουσα· "Βοηθήσει αὐτῇ ὁ Θεὸς τῷ προσ ώπῳ·" σώζει γὰρ αὐτῆς τὸ κάλλος ἄτρωτόν τε καὶ ἀπαράφθορον, τὸ νοητὸν δηλονότι, ὅταν ταραχὴν δέ ξηται ἀπὸ τῶν ἀντικειμένων. Ἕως μὲν γὰρ ἀδιά βλητον ἔχει τὴν πίστιν ἐν ἑαυτῇ ψυχὴ, καὶ τοὺς ἐξ ἁπάσης ἀρετῆς ὡραϊσμοὺς ἑαυτῇ περιτίθησιν, κάλ λος ἕχει τὸ νοητὸν, ᾧ καὶ αὐτὸς ἐπιγάννυται Χρι στός. Παρενεχθεῖσά γε μὴν τοῦ εἰκότος, παραχρῆμα τὸ εἰδεχθὲς καὶ ἀτερπὲς ἔχει. Ἀλλ' οὐ πείσεται τοῦτο, φησὶν, ἡ Ἐκκλησία· σώζει γὰρ αὐτῆς τὸ κάλλος. Πρόσωπον δὲ νοηθεῖεν ἂν Ἐκκλησίας οἱ ἡγούμενοι αὐτῆς, οὓς καὶ νευροῖ συντόνως πρὸς τὸ δύνασθαι ἀντιλαμβάνεσθαι τοῦ κηρύγματος. Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώb. (A f. 258 b, E f. 84 b, I f. 24) Εἰ δὲ δή τις βού λοιτο καὶ καθ' ἕτερον ἐκδέχεσθαι τρόπον, οὐκ ἂν ἀμοιρήσειεν ἐννοιῶν ἀγαθῶν. Μεθ' ἡμῶν γὰρ γέ γονεν ὁ τῶν δυνάμεων Κύριος, ὅτε γέγονεν καθ' ἡμᾶς, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. ∆ιὰ τοῦτο γὰρ καὶ Ἐμμανουὴλ ὠνό μασται, ὅ ἐστι μεθερμηνευόμενον, μεθ' ἡμῶν ὁ Θεός. Τότε γὰρ ἡμῶν ἀντελάβετο καὶ σέσωκε κεκινδυνευ κότας· ἀπήλλαξε γὰρ ἁμαρτιῶν καὶ φθορᾶς, καὶ τοῦ καταδυναστεύεσθαι παρ' ἐχθρῶν, αἰσθητῶν τε καὶ νοητῶν. Εἶδεν οὖν ὁ ∆αβὶδ τὸν ἐνανθρωπήσαντα Θεόν. Εἶδε τὸν ἐκ Παρθένου γεννηθέντα Ἐμμανουὴλ, καὶ διὰ τοῦτο προφητικῶς ἐβόα· "Κύριος τῶν δυ νάμεων μεθ' ἡμῶν·" δεικνὺς ὅτι οὗτός ἐστιν ὁ τοῖς ἁγίοις προφήταις καὶ πατριάρχαις ἐμφανισθείς. Ἀντιλήπτωρ ἡμῶν, φησὶ, οὐχὶ ἄλλος Θεὸς παρὰ τὸν ὑπὸ τῶν προφητῶν

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.