Psalm ΜΕʹ rem early
Rem early: Psalm ΜΕʹ; historia and theoria on the lemma toward Christ.
Greek
κραταιότητι αὐτοῦ." Ὄρη δέ φησι τοὺς τῶν ἐν κόσμῳ τάχα που φανερω τέρους, καὶ ἐπὶ κενοῖς δοξαρίοις [al. cod. ἐπὶ δόξῃ κενῇ] φρονοῦντας μέγα. Ἀλλὰ καὶ οὗτοι ἐταράχθη σαν καὶ κατεξανέστησαν τῶν ἁγίων μυσταγωγῶν. Ἠδίκησε δὲ αὐτοὺς οὐδὲν ὁ ἀλιτήριος Σατανᾶς· οἱ γὰρ ἐν ἀρχαῖς τοῖς ἁγίοις ἐπιπηδῶντες μυσταγω γοῖς ...τητα τὴν ἐν Χριστῷ, καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων γεγόνασιν ἐρασταί. Ὃ δὴ κατεθαύμακεν ὁ μακάριος ∆αβίδ· ἔφη γὰρ· "Τοιαύτη ἡ ἀλ λοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου." Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. (I f. 247) Ὅτι δὲ ποταμὸς καὶ ὁ Χριστὸς ὠνομά σθη πλεισταχοῦ τῶν ἱερῶν Γραμμάτων, οἶδέ που πάντως ὁ φιλομαθής. Ἔφη μὲν γὰρ αὐτὸς περὶ ἡμῶν δι' ἑνὸς τῶν ἁγίων προφητῶν· "Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν." Εὖ δὲ δὴ σφόδρα τὸἐκκλίνω φησίν· ἦν μὲν γὰρ ἡ πορεία, φησὶν, ἤτοι ἡ ὁδὸς αὐτῷ πρὸς τοὺς ἐξ αἵματος Ἰσ ραήλ· ἐπειδὴ δὲ ἀπεώσαντο τὴν πίστιν, καὶ τῶν ἱερῶν αὐτοῦ ναμάτων τὴν μέθεξιν οὐδενὸς ἠξίωσαν λόγου, ταύτῃ τοι καὶ μάλα εἰκότως ἐγκέκλικεν εἰς ἡμᾶς τοὺς ἐξ ἐθνῶν κεκλημένους, καὶ γέγονεν ἡμῖν ποταμὸς εἰρήνης καὶ χείμαῤῥος ἐπικλύζων– "Ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος·" σκή- νωμα δὲ οὐδὲν ἧττον αὐτὴν εἶναί φαμεν τὴν Ἐκκλη σίαν. Κατοικεῖ γὰρ ἐν ἁγίαις καὶ ὁσίαις ψυχαῖς, ἁγίας αὐτὰς ἀποφαίνων, διὰ τοῦ μετόχους ἀποτελεῖν τοῦ ἁγίου Πνεύματος. Βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωΐ. (B f. 176, I f. 248, L f. 123 b. Κυρίλλου καὶ ∆ιδύμου.) Ἐπειδὴ ὄρθρου βαθέως ἡ ἀνάστασις Κυρίου, αὐτὴν καλεῖ τὴν βοήθειαν. Βοηθεῖται ἡ πόλις τοῦ Θεοῦ ἐγγυζούσης ἡμέρας. Ἑτέρα δ' ἔστιν 69.104
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.