Exposition on the Psalms · §ps042-rem-early

Psalm Μ∆ʹ rem early

Rem early: Psalm Μ∆ʹ; historia and theoria on the lemma toward Christ.

Greek

τοῦ Πατρὸς τῷ Υἱῷ, οὐκ ἀπηλ λάχθαι μὲν ἴσως φαίη τις ἂν ἀνθρωπίνης σμικρο πρεπείας, ἔοικέ γε μὴν τῷ τῆς κενώσεως σκοπῷ. Εὖ δὲ δὴ σφόδρα βασιλέα τὸν Υἱὸν ὁ Πατὴρ ἀποκαλεῖ, ἵνα μὴ τῷ τῆς ἐνανθρωπήσεως μέτρῳ τὸ μυστήριον ἀποφέρειν αὐτόν πως δοκῇ τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν ἀξίας καὶ τῆς κατὰ πάντων ὑπεροχῆς. 104 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Εἰ γὰρ καὶ γέγονεν ἐν τῇ [γῇ ἄνθρωπος,] οὐδὲν ἧττον ὡς ἐκ βασιλέως γεννηθεὶς τοῦ Πατρὸς, μεμένηκε βασιλεὺς καὶ ἐν τοῖς κατὰ φύσιν ὑψώμασιν, θεοπρεπέσιν δὲ δηλονότι καὶ τοῖς ὑπὲρ πᾶσαν τὴν κτίσιν. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυ γράφου. (B f. 165 b, I f. 232) Ἑτεροίως ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ τὸν ἐκ τῆς οὐσίας ἑαυτοῦ κατασημαίνει Λό γον. Γλῶσσαν γὰρ ἰδίαν αὐτὸν ὀνομάζει, οὐχ ὡς ἕτερόν τι λαλοῦντα, πλὴν ὅτι τὰ ἐν αὐτῷ· δρᾷ γὰρ τοῦτο καὶ ἐν ἡμῖν ἡ γλῶττα τὰ εἰς νοῦν καὶ καρδίαν τοῖς ἔξω διαπορθμεύουσα. Καὶ ὀξυγράφου δὲ κάλα μον αὐτὸν εἶναί φησιν· ὁ γὰρ τοῦ ὀξυγράφου κάλα μος ὀξέως ταῖς δέλτοις ἐναποσημαίνεται τάς τινων φωνάς. Ὁ δέ γε μονογενὴς τοῦ Θεοῦ Λόγος αὐτὸ δὴ τουτὶ πληροῖ, ταῖς τῶν πιστευόντων καρδίαις νοη τῶς ἐγχαράττων τὸ μέγα καὶ σοφὸν καὶ ἀληθὲς βού λημα τοῦ Πατρός. Τί δὲ τὸ θέλημα τοῦ Πατρὸς, αὐ τὸς ἐν Εὐαγγελίοις διασαφεῖ λέγων· "Ἵνα πᾶν ὃ δέδωκέν μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλ' ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ." Καὶ καθ' ἕτερον τρόπον· ἐγγράφει γὰρ ἡμῖν τὸ θέλημα τοῦ Πατρὸς τὸ ἀγα θὸν καὶ εὐάρεστον. Ὀξὺς δὴ οὖν λίαν ὁ τοῦ Πατρὸς κάλαμος. Ὁ μὲν γὰρ νόμος ὁ διὰ Μωσέως διὰ κύκλου μακροῦ καὶ περισκελίας πολλῆς, τῆς κατὰ τὸ γράμ μα φημὶ, ἀμυδρῶς καὶ μόλις ὑπεδήλου τὰ χρήσιμα· ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος, περιαγωγῆς ἁπάσης δίχα, συντόμως ἡμῖν, ὡς ἔφην, ἀπεκάλυψεν τὸ θέλημα τοῦ Πατρός. Ἔστι γὰρ μεγάλης βουλῆς Ἄγγελος. Ἔφη δέ που καὶ δι' ἑνὸς τῶν ἁγίων προφητῶν περὶ τῶν κεκλημένων ἐν πίστει, ὅτι "Ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος, διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐ τῶν ἐπιγράψω αὐτούς." Γράφει δὲ πρὸς αὐτοὺς καὶ ὁ πάνσοφος Παῦλος· "Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀν θρώπων· φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ, 69.1032 διακονηθεῖσα ὑφ' ἡμῶν, γεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος." Ἀλλ' οὗτος ὁ κάλαμος πρὸς τῷ εἶναι ταχὺς καὶ ὀξὺς, ἔχει καὶ τὸ ὡραῖον ἐν κάλ λει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Προσπεφώνηκε μὲν γὰρ τοῖς ἀρχαιοτέροις ὁ θεσπέσιος Μωσῆς τὸν δι' ἀγγέλων διακονηθέντα νόμον· προσελάλουν δὲ καὶ οἱ προφῆται τὰ ἐξ ἀποκαλύψεως Θεοῦ τοῖς ἀρχαιο τέροις· ἀλλ' ὡραῖος ἐν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὁ τοῦ Πατρὸς κάλαμος. Τίς γὰρ τῶν ἁγίων ἁμιλλήσεται τῷ Χριστῷ; Οὐδεὶς παντελῶς. ∆ιὰ γάρ τοι τοῦτο καὶ ἡ ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων εἰσφερομένη νύμφη, τὸ τῆς Ἐκκλησίας φοροῦσα πρόσωπον, καίτοι προκείμενον αὐτῇ ταῖς τοῦ παν σόφου Μωσέως ἐντυγχάνειν συγγραφαῖς, καὶ ταῖς τῶν ἁγίων προφητῶν, τὸν παρὰ Χριστοῦ δεδίψηκε λόγον καὶ δὴ καὶ ἔφασκεν· "∆εῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν με τὴν φωνήν σου· ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία." Τὰ ὅμοια κατὰ διάνοιαν πρὸς τοῖς ἤδη ῥηθεῖσιν, ἐν δευτέρᾳ Ἐξηγήσει Εὐ σέβιος ὁ Καισαρεύς φησιν· εἰ καὶ μὴ μετὰ τοσαύτης τῶν Γραφικῶν μαρτυρίας. (A f. 246) Νοήματα δὲ ἡμῖν ἐγγράφει τὸ Πνεῦμα κατὰ τὴν ἀναλογίαν τοῦ πλάτους τῆς καρδίας, καὶ πλείονα ἢ ἐλάττονα, ἢ ἐμφανῆ πᾶσιν ἢ ἀμυδρότερα κατὰ τὴν προπαρασκευὴν τῆς καθαρότητος. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. (B f. 166, I f. 233 b) Τοῦ Θεοῦ καὶ Πατρὸς διὰ τῶν προλαβόντων στίχων τὰ πρῶτα εἰπόντος, ἁρπάζει τὴν ἀποκάλυψιν τῶν ἁγίων προφητῶν ὁ χορὸς, καὶ οἱονεὶ ἐπικροτεῖ τοῖς τοῦ Πατρὸς λόγοις, καὶ τῇ συν αινέσει τιμᾷ τὸ μυστήριον, καὶ οἷον ἐκ πολλῆς ἄγαν φιλοθεΐας ἀναφωνεῖ· Ἐπειδή σοι πρόσεστιν τὸ ὡραῖον ἐν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὁμολο γοῦμεν ὅτι ἐξεχύθη ἡ χάρις ἐν χείλεσίν σου, καὶ διὰ τοῦτο ηὐλόγησέν σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Τὸ δὲ, ηὐ λόγησεν, ἀντὶ τοῦ, ηὐλογημένον ἐποίησεν. ∆οξολο γοῦμεν γὰρ ἀκαταλήκτως αὐτὸν οἱ πιστεύσαντες· δοξασθήσεται δὲ καὶ εἰς ἀεὶ, Θεὸς ὢν ἀληθινὸς καὶ Υἱὸς τοῦ ἐπὶ πάντας Θεοῦ, καὶ αὐτὸς ὑπάρχων ὁ τῆς δόξης Κύριος. Εἰ δὲ δή τις λέγοι δοτὸν γενέσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς τὸ εὐλογεῖσθαι πρὸς ἡμῶν, διενθυμείσθω κἀκεῖνο· ὥσπερ γὰρ, ἐπειδὴ γέγονεν ἄνθρωπος, δέδωκεν αὐτῷ ὁ Πατὴρ "τὸ ὄνομα τὸ 105 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ὑπὲρ πᾶν ὄνομα, ἵν' ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμ ψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστός·" οὕτω καὶ εὐλογητὸς [ὑπὸ τοῦ Θεοῦ δοτὸν αὐτῷ] λέγεται τὸ εὐλογεῖσθαι παρὰ πάντων. Καὶ τοῦτό ἐστιν ἡ κένωσις· ἃ γὰρ ἔχει ὡς Θεὸς φυσικῶς, ταῦτα λέγεται λαβεῖν ἀνθρωπίνως. Καὶ καθ' ἕτερον δὲ τρόπον ἔδει τὸν Υἱὸν γενόμενον ἄνθρωπον χρημα τίσαντα δεύτερον Ἀδὰμ, καὶ εἰς ῥίζαν τοῖς ἐπὶ τῆς γῆς τεθέντα δευτέραν, εὐλογηθῆναι παρὰ τοῦ Πα τρὸς ὡς ἄνθρωπον, ἵνα παύσηται λοιπὸν ἡ τῆς ἀρᾶς 69.1033 δύναμις τῆς ἐπενεχθείσης τῷ ἐκ γῆς τε καὶ χοϊκῷ, ἤτοι τῇ πρώτῃ ῥίζῃ τῆς ἀνθρωπότητος, τουτέστιν Ἀδάμ. Ὥσπερ γὰρ ἐν ἐκείνῳ γεγόναμεν ἐπάρατοι, οὕτως ηὐλογήθημεν ἐν Χριστῷ· πέμποντος εἰς ἅπαν τὸ γένος τὴν ὡς ἀνθρώπῳ δοθεῖσαν αὐτῷ χάριν. Καὶ ἐπ' αὐτῷ δὴ τούτῳ χαίρων ὁ Μελῳδὸς ἀνεφώνει· "Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐ ρανὸν καὶ τὴν γῆν." Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. (I f. 234) Ὦ ∆έσποτα, φασὶ, πρὸς τῷ κάλλει σου τῷ ὑπὲρ πάντας καὶ ἀπαραβλήτῳ, περίζωσαι καὶ ῥομφαίαν, καὶ οὔ τί που ἀλλοτρίαν, τὴν σὴν δὲ μᾶλ λον. Οὐδὲν γὰρ τῶν ἔξωθεν ἢ εἰσκεκριμένον προσεῖ ναί φαμεν τῷ Χριστῷ, ἀλλ' ἴδια αὐτῷ τὰ θεοπρεπῆ νοοῖντ' ἂν εἰκότως ... δυνατὸς γάρ ἐστιν, τουτέστι τῶν δυνάμεων Κύριος· οὐ παρ' ἑτέρου τὸ δύνασθαι λα βὼν, ἀλλ' ἴδιον καὶ ἐμπεφυκὸς οὐσιωδῶς μετὰ τῶν ἑτέ ρων θεοπρεπεστάτων ἀξιωμάτων. Ἔστι γε μὴν ὡραῖος μὲν τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ τοῖς ἐπεγνωκόσιν τὴν ἐπι φάνειαν αὐτοῦ, καὶ τοῖς τῆς διανοίας ὄμμασιν κατα θρεῖν δυναμένοις τὸ ἐξαίσιον αὐτοῦ καὶ ὑπερκόσμιον κάλλος. Τῷ δὲ μηρῷ τὴν ῥομφαίαν ἡρμοσμένην ἔχων, ἵνα τὰς τῶν ἀντικειμένων φάλαγγας θορυβῇ, ἢ καὶ τὰς τῶν ἀπειθούντων ἀπονοίας καταπτοῇ, δίκην αὐ τοῖς καὶ κόλασιν ἀπειλῶν. Τοῦτο γάρ που καὶ ἑτέ ρωθί φησιν ὁ Ψάλλων· "Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτὸ, καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργά σατο." Καὶ ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε, ἔνε κεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης. (A f. 248 b, B f. 167 b, I f. 235) Τὸ κατευοδοῦ, ἀντὶ τοῦ, Παντὸς ἀγαθοῦ πράγματος εὐθὺ κέλευε τρέ χειν τοὺς τὰ σὰ φρονεῖν ἑλομένους, οὕτω τε βασίλευε τῶν κατευοδουμένων. Ἔνεστί γε μὴν τῷ λόγῳ πλεί στην τε ὅσην ἰδεῖν ἐνοῦσαν ἀκολουθίαν. Οὐ γὰρ ἦν ὅλως ἰσχύσαι τινὰς δι' εὐθείας ὥσπερ ᾄττειν ὁδοῦ πρὸς τὸ αὐτῷ δοκοῦν, ἐγκειμένου τοῦ Σατανᾶ· ταύ τῃ τοι καὶ μάλα εἰκότως πρῶτον ἐντείνει τὸ τόξον· ἵν' ἐκ μέσου γεγονότος ἐκείνου, καὶ σὺν αὐτῷ τῶν ἑτέρων, οἳ ταῖς τῶν ἁγίων εὐδοκιμήσεσιν ἐπιμαί νονται, δυνηθῶσιν εὐοδοῦσθαι λοιπὸν, καὶ διὰ ψιλῆς ὥσπερ ἰέναι τρίβου, μαχομένου τε καὶ ὑπαντιάζον τος οὐδενὸς, πρός τε τὸ χρῆναι τῆς ὑπ' αὐτῷ βασι λείας ὑπελθεῖν τὸν ζυγόν. Ὀρθῶς οὖν ἄρα φασὶ πρῶτον μὲν τὸ Ἔντεινον, εἶτα τὸ Κατευοδοῦ, καὶ τρίτον εὐθὺς τὸ Βασίλευε. Προσεπάγουσι δὲ τὸ, "ἕνε κεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης." Πραό τητα, καθάπερ ἐγᾦμαι, καὶ μὴν καὶ ἀλήθειαν καὶ δικαιοσύνην, οὐδὲν ἕτερον εἶναι λέγοντες, πλὴν ὅτι τὸ κήρυγμα τὸ εὐαγγελικὸν δι' οὗ γεγόναμεν ὑπὸ Χρι στῷ· βεβασίλευκε γὰρ δι' αὐτοῦ τῆς ὑπ' οὐρανόν. Ἔστι δὲ ἀλήθεια μὲν, ὅτι τύπων ἐπέκεινα καὶ σκιᾶς 69.1036 ἐστιν τῆς κατὰ τὸν Μωσέα, γυμνῶς τε καὶ ἀπημ φιεσμένως τὸ Χριστοῦ μυστήριον διδάσκει. Πραότη τος δὲ πάλιν· οὐ γὰρ ἔχει τὴν ἀποτομίαν τὴν ἔν γε τῷ νόμῳ. Ὡς γὰρ ὁ Παῦλός φησιν·

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.