Exposition on the Psalms · §ps042-open

Expositio in Psalmos Psalm Μ∆ʹ opening

Psalm Μ∆ʹ.

Lemma-led open on ΨΑΛΜΟΣ Μ∆ʹ. — Τοὺς δύο λαοὺς ἔκτισεν ὁ Χριστὸς εἰς ἕνα καινὸν ἄνθρωπον.

Greek

ΨΑΛΜΟΣ Μ∆ʹ. Εἰς τὸ τέλος, ὑπὲρ ἀλλοιωθησομένων, τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, ὑπὲρ τοῦ ἀγαπητοῦ. (B f. 164, K f. 87 b) Ἄδεταί γε μὴν ὁ ψαλμὸς εἰς τὸ τέλος· διήγησιν γὰρ, ἤγουν προαναφώνησιν, ἔχει τοῦ κατὰ Χριστὸν μυστηρίου, ὂ γέγονεν ἐπὶ συντε λείᾳ τοῦ παρόντος αἰῶνος. Οὕτω γὰρ ἡμῖν ἐπέφανεν ὁ Υἱός. Ἡ δέ γε τῆς ᾠδῆς δύναμις, ὑπὲρ τῶν ἀλ λοιωθησομένων, καὶ ὑπὲρ τοῦ ἀγαπητοῦ, συντεθεῖ σθαι λέγεται. 103 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Ἠλλοιῶσθαι δέ φαμεν Ἰουδαίους τε καὶ Ἕλληνας, ὥστε καὶ εἰς ἕνα καὶ ἀγαπητὸν γενέσθαι λαὸν τοὺς ἐξ ἀμφοῖν κεκλημένους. Ὡς γὰρ ὁ Παῦλός φησιν, "Τοὺς δύο λαοὺς ἔκτισεν ὁ Χριστὸς εἰς ἕνα καινὸν ἄνθρωπον." Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. (B f. 165, L f. 231) Ἐνταῦθά μοι νόει τοῦ ἐκ 69.1028 τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς Θεοῦ Λόγου πρόοδον, ἤτοι γέννησιν, οὐχ ὡς σῶμα ἐκ σώματος, ἀλλὰ ἀσύν θετον, ἄϋλόν τε καὶ νοητὴν, ὡς λόγον ἐκ νοῦ, οὐ κατὰ μερισμὸν ἢ διαίρεσιν. Τίς γὰρ ἀποστήσει καρδίας ἤτοι νοῦ λόγον, τὸν ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ καὶ ἀεὶ σὺν αὐτῷ; ἀποστήσει δὲ οὕτως, ὡς ἔξω γενέσθαι παντελῶς αὐτοῦ; ∆οκεῖ μὲν γάρ πως ὁ ἐν προφορᾷ καὶ διὰ γλώττης προϊέμενος λόγος, ἕτερος εἶναί τις παρὰ τὴν ἀναβράττουσαν αὐτὸν καρδίαν· πρόεισί γε μὴν ἐξ αὐτῆς, καὶ ἔστιν ἐν αὐτῇ, καὶ οὐκ ἀλλότριος αὐτῆς. Οὐ γὰρ ἐνδέχεται νοῦν, ἤτοι καρδίαν, ἄλογον εἶναί ποτε· οὔτε μὴν λόγον, ὃς οὐκ ἔστιν ἐκ νοῦ καὶ εἰς νοῦν, ἤτοι καρδίαν καὶ ἐν καρδίᾳ. Οὐκοῦν ὡς ἐν τάξει πα[ραδείγματός τινος] ἐπὶ Θεοῦ δεξάμενοι καρδίαν καὶ λόγον, τὸν τῆς ἑαυτῶν διανοίας ὑπερτεί νωμεν ὀφθαλμὸν εἰς τὸ ἐπέκεινα τῶν αἰσθητῶν, καὶ θεοπρεπῆ τοῦ Θεοῦ Λόγου τὴν γέννησιν γενέσθαι πι στεύωμεν· ὃν ὡς λόγον ὁ Πατὴρ ἐκ καρδίας ἐξηρεύξατο. Ἀγαθὸν δὲ αὐτὸν ἀποκαλεῖ, καὶ μάλα εἰκότως, ἔν γε δὴ μάλιστα τῷ προκειμένῳ σκοπῷ. Ἐπειδὴ γὰρ τῆς τοῦ κόσμου σωτηρίας ἔνεκα καὶ ζωῆς εἴλετο παθεῖν τὴν ἑκούσιον κένωσιν, ἐξ ἡμερότητος ἐμφύτου καὶ γαλη νότητος τῆς θεοπρεποῦς, ἀναγκαῖον ἦν ἀγαθὸν ὀνο μάζεσθαι νυνὶ μάλιστα, καίτοι καὶ φῶς ὄντα καὶ ζωὴν καὶ σοφίαν καὶ δύναμιν. Ὡς ἤδη δὲ προειρημέ νης διὰ τοῦ προλαβόντος στίχου τῆς ἀφράστου γεννή σεως τοῦ Μονογενοῦς, ὁ περὶ τῆς ἐνανθρωπήσεως εἰσφέρεται λόγος· ἔστι μὲν γὰρ, ὡς ἔφην, ἐν ὑπεροχῇ καὶ δόξῃ θεότητος ὁ Υἱός· ἐπειδὴ δὴ [δὲ] ἅπαξ κεκέ νωκεν ἑαυτὸν, τῶν τῆς ἀνθρωπότητος ἀνέχεται μέ τρων. Ἐοικὸς δὲ ἀνθρώπῳ τὸ διδακτῶς ἔχειν ἅπερ οὐκ οἶδεν. Ἧ γὰρ Θεὸς εἰς νοῦν ἐνήχει τὴν παντὸς εἴδησιν ἀγαθοῦ, ἤγουν .. παραινέσεις ἀποτελοῦσιν σοφούς. Ἄθρει δὴ οὖν ἐν τούτοις, ὡσπερεὶ ἐνανθρωπή σαντος τοῦ Υἱοῦ, λέγοντα τὸν Πατέρα· "Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ." Μόνον γὰρ οὐχὶ καθ υπισχνεῖται διδάσκειν αὐτὸν ὁποίοις τισὶν κεχρήσεται λόγοις, ἐμβιβάζων ἡμᾶς εἰς τὸ δρᾷν ἐθέλειν τὰ ἔργα αὐτοῦ. Ἔργα δὲ Θεοῦ εἶναί φαμεν τὴν εὐσεβῆ πολι τείαν, καὶ τῶν ἁγιοπρεπῶν ἀνδραγαθημάτων τὴν δύ ναμιν, ἣ διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων γέγονεν ἡμῖν ἐμφανής. Ἔφασκε γὰρ ὁ Σωτήρ· "Ἀπ' ἐμαυτοῦ οὐ ποιῶ οὐδὲν, ἀλλ' ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω." Καὶ πάλιν· "Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ, οὐκ ἔστιν ἐμὰ, ἀλλὰ τοῦ πέμψαντός με." Γράφει δὲ καὶ ὁ σοφὸς Ἱωάννης περὶ αὐτοῦ, ὅτι "Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν· ὃν γὰρ ἀπ έστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ." Ἐπειδὴ γὰρ παρωσάμενος τὴν ἐν νόμῳ σκιὰν, ἑαυτὸν ἔφα 69.1029 σκεν εἶναι τὴν ἀλήθειαν, ἐδίδασκε δὲ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησίν τε καὶ λατρείαν, ὡς ἂν μὴ τοῖς Ἰουδαίοις παρά γε τὸ τῷ Θεῷ δοκοῦν τοὺς περὶ τῶν τοιούτων γίνεσθαι λόγους, τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς οἰκονομικῶς, ὡς ἔφην, ἀνατί θει τὰς ἑαυτοῦ φωνάς. Μεμνήμεθα δὲ, ὅτι καὶ ἐν τῷ ὄρει Χωρὴβ συναγηγερμένῳ τῷ Ἰσραὴλ ἐπαγγελίαν ἐδίδου Θεὸς τὴν περὶ Χριστοῦ, λέγων πρὸς τὸν ἱερο φάντην Μωσέα, ὅτι "Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ· καὶ δώσω τὰ ῥήματά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ." Ἔφη δέ που καὶ αὐτὸς ὁ Χριστός· "Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ· καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε." Τὸ γὰρ δείκνυσθαι τὰ ἔργα

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.