Exposition on the Psalms · §ps038-open

Expositio in Psalmos Psalm Μʹ opening

Psalm Μʹ.

Lemma-led open on ΨΑΛΜΟΣ Μʹ. — Ἵνα ἡ Γραφὴ πληρωθῇ, ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπ' ἐμὲ πτέρναν αὐτοῦ·

Greek

ΨΑΛΜΟΣ Μʹ. Εἰς τὸ τέλος, ψαλμὸς τῷ ∆αβίδ. (A f. 223, Κυρίλλου καὶ Θεοδωρήτου) Τινὲς μὲν τῷ ∆αβὶδ ἀνέθεσαν τὸν παρόντα ψαλμὸν, τινὲς δὲ τὰ κατὰ τὸν Ἐζεκίαν ἐν τούτῳ φασὶ προφητεύεσθαι, ὅπως τε δι' ἔπαρσιν ἐνόσησε, καὶ πῶς περὶ αὐτὸν οἱ φίλοι διετέθησαν, καὶ ὅτι διὰ τὴν εἰς τοὺς πένητας ἐπιμέλειαν τῆς ὑγείας ἔτυχεν. Οὐκ ἐᾷ δὲ ἡμᾶς τὸ θεῖον Εὐαγγέλιον οὐδέτερον δέξασθαι. Τοῦ γὰρ Κυ ρίου εἰπόντος· "Ἵνα ἡ Γραφὴ πληρωθῇ, ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπ' ἐμὲ πτέρναν αὐτοῦ·" καὶ δεικνύντος αὐτῷ καὶ οὐκ ἄλλῳ προσήκοντα τὸν ψαλμὸν, θρασὺ νομίζω καὶ τολμηρὸν ἄλλην αὐτῷ διαπλάσαι ὑπόθεσιν. Μακαρίζει τοίνυν ὁ προκεί μενος ψαλμὸς τοὺς πιστεύσαντας εἰς Χριστόν· καὶ μὴν καὶ ἀμοιβὰς αὐτοῖς τῆς πίστεως δίδωσι τὴν παρ' 69.993 αὐτοῦ ἐπικουρίαν. Εἰσφέρεται δὲ καὶ αὐτὸ τοῦ Κυρίου τὸ πρόσωπον καταλέγον τε τῶν ἀρχόντων τοῦ Ἰου δαίων λαοῦ, καὶ αὐτοῦ τοῦ προδότου ἐξαιρέτως· διὸ καὶ "Εἰς τὸ τέλος" ἐπιγέγραπται, ἀναπέμπων ἡμᾶς ἐπὶ τὴν συντέλειαν τοῦ αἰῶνος, καθ' ἣν ἐπληροῦτο τὰ γεγραμμένα. Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα. (A f. 223) Μακαρίζει τὸν δυνάμενον συνιέναι τὴν πτωχείαν, ἣν δι' ἡμᾶς ἀνείληφεν ὁ Χριστός. Τοῦτον γὰρ λέγει πτωχὸν, διότι πλούσιος ὢν, ἐπτώχευσε δι' ἠμᾶς, ἴν' ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ. (A f. 223 b) Αὗται τῆς εἰς Χριστὸν πίστεως αἱ ἀμοιβαὶ, ἡ παρὰ τοῦ Κυρίου φυλακὴ, ἡ μέθεξις τῆς αἰωνίου ζωῆς, ἡ ἐν τῇ γῇ τῶν πραέων μακαριότης, καὶ ἡ τῶν νοητῶν ἐχθρῶν ἀπαλλαγή. Αὗται καὶ τῆς φιλοπτωχίας· οὐ μόνον γὰρ τὰ μέλλοντα δίδωσι τῷ φιλοπτώχῳ ὁ Κύριος καὶ τὴν ἀληθινὴν ἐκείνην ζωὴν, ἀλλὰ καὶ ἐνταῦθα μακαριστὸν ἀποδείκνυσι. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. (A f. 223 b, Κυρίλλου καὶ Θεοδωρήτου) Καὶ ὑπὲρ τῆς ἰδίας ἁμαρτίας ὁ ∆αβὶδ εὔχεται, ἅτε δὴ ἑαυτὸν εἰδὼς ἕνα τῶν συνιέντων ἐπὶ πτωχὸν καὶ πένητα. Ἀλλ' ὁ μὲν ∆αβὶδ οὐ θαυμαστὸν εἰ καὶ νῦν ἐξομολογούμενος τοῦτό φησιν· ὁ δὲ Σωτὴρ ταῦτα ἂν λέγοι, τὰς ἁμαρτίας ἡμῶν οἰκειούμενος, ὡς ἀπαρχὴ τῆς φύσεως. Χριστὸς γὰρ ὑπὲρ ἡμῶν ἀπέθανε, γενό μενος 92 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ὑπὲρ ἡμῶν κατάρα· καὶ τὸν μὴ γνόντα ἁμαρ τίαν, ὁ Θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν· οἷς ἁρμόζει καὶ τὸ ἐλέους δέεσθαι. (I f. 207, Κυρίλλου καὶ ∆ιδύμου) Τὰ δὲ ἑξῆς κυρίως ἁρμόττειν τοῖς περὶ τοῦ πάθους τοῦ Σωτῆρος λόγοις, πάντες φασίν. Τὸ δὲ "Ἥμαρτόν σοι," ὅτι εἰς τοὺς σοὺς, ὦ ∆έσποτα, πεπαρῴνηκα νόμους· πᾶσα γὰρ ἡμῶν ἡ ἁμαρτία καταφωρᾶται τοιαύτη. Οἱ ἐχθροί μου εἶπον κακά μου πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; (A f. 224) Ἐντεῦθεν τὸ πρόσωπον εἰσφέρεται τοῦ Χριστοῦ διηγούμενον τὰ παρὰ τῶν Ἰουδαίων αὐτῷ γεγενημένα, οὓς καὶ ἐχθροὺς καλεῖ, βασκαίνοντας αὐτῷ καὶ τὸν θάνατον καττύοντας· οἳ καὶ ὁρῶντες

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.