Exposition on the Psalms · §ps037-rem-close

Psalm ΛΘʹ rem close

Rem CLOSEOUT: Psalm ΛΘʹ CLOSEOUT.

Greek

ἁμαρτίας· ἵνα ἀφέσεως γενομένης, μη κέτι χρεία ᾖ τῆς περὶ ἁμαρτιῶν θυσίας. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. (A f. 220 b, I f. 205) Κεφαλίδα ἔφη τὴν οἱονεὶ πε 69.989 ριοχὴν τῶν οὐσῶν ἐννοιῶν ἐν αὐτῇ· αὖται δέ εἰσιν αἱ περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ὁ προφήτης Ἰεζεκιὴλ κεφαλίδα βιβλίου τὴν οἱονεὶ σύμπασαν περιοχὴν τῆς ἑαυτοῦ προφητείας ὀνομάσας εὑρίσκεται. Τὸ δὲ, "Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ," οὕτω νοητέον· Βιβλίον μὲν πενταμερὲς ὅλον ἐστὶ τὸ Μωσέως σοφώτατον σύγ γραμμα, κεφαλὴ δὲ ὥσπερ καὶ ἀρχὴ τοῦ βιβλίου παντὸς ἡ ἐπίκλην Γένεσις, ἐν ᾗ τὰ κατὰ τὸν Ἰσαὰκ γέγραπται εἰς Χριστὸν ὀρθῶς ἀναφερόμενα. Ὅτι δὲ πάλιν ἡ κεφαλὴ τὴν ἀρχὴν παρὰ ταῖς θείαις σημαίνει Γραφαῖς, πληροφορηθήσῃ καλῶς ἐκεῖνο συνεὶς ὅπερ ὁ Παῦλός φησιν, ὅτι "Παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνὴρ, κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός." Ἀρχὴ μὲν γὰρ τοῦ ἀνδρὸς ὁ Χριστὸς, ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγών. Ἀρχὴ δὲ πάλιν τῆς γυναικὸς ὁ ἀνὴρ, ὅτι ἐκ τοῦ ἀν δρὸς αὐτῆς ἐλήφθη· Χριστοῦ δὲ ἀρχὴ ὁ Θεὸς, ἐπείπερ ἐξ αὐτοῦ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ ἀρχὴν ἄναρ χον ἔχει τὸν γεννήσαντα μετὰ καὶ τοῦ συνυπάρχειν ἀϊδίως αὐτῷ. Τούτους τοὺς στίχους καὶ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, ἐκ προσώπου τοῦ Σωτῆρος εἰρῆσθαί φησιν. Εἰπὼν γὰρ ὅτι τὸ αἷμα τῶν ζώων ἀφελεῖν ἁμαρτίας οὐκ ἠδύνατο, ἐπάγει· "∆ιὸ εἰσερ χόμενος ὁ Χριστὸς εἰς τὸν κόσμον, λέγει πρὸς τὸν Πατέρα, ὅτι Οὐδένα τρόπον προσφορᾶς ᾑρετίσω τῆς κατὰ νόμον, οὐ περὶ σωτηρίας, οὐ περὶ ἁμαρτίας, ἐμοὶ δὲ σῶμα κατηρτίσω· καὶ ἀφῖγμαι, φησὶν, ἤγουν, ἔφην, ἥκω, ἵνα τὸ σὸν ποιήσω θέλημα." Εἶτα προστί θησιν· "Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ·" τουτέστιν ἐκβάλλει τὰς θυσίας, ἵνα κυρώσῃ τὴν ὑπ' αὐτοῦ προσενεχθεῖσαν θυσίαν· ἀναβαίνει γὰρ εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρὶ διὰ τοῦ ἰδίου σώματος. Καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς καρδίας μου. (A f. 220 b, B f. 146) Ἔχων δὲ τὸ σὸν θέλημα κε κρυμμένον ἐν ἐμαυτῷ (τοῦτο γὰρ, οἶμαι, δηλοῖ τὸ, "Ἐν μέσῳ τῆς κοιλίας μου"), τοῖς γνησίοις αὐτὸ ἐναργὲς καταστήσω. Εἰδέναι γὰρ ἡμᾶς ἀναγκαῖον, ὅτι τὰ τῶν μαθημάτων ἐξῃρημένα τοῖς ἐξειλεγμένοις προσελάλει Χριστὸς, καὶ οὐχ ἅπασιν ἁπλῶς καὶ ἀδιακρίτως προσδιελέγετο. Καὶ γοῦν τοῖς μὲν Ἰου δαίοις ἐν παραβολαῖς ἐλάλει· τοῖς γε μὴν ἁγίοις ἀποστόλοις, ἅτε δὴ καὶ ἀκραιφνῆ τὴν διάνοιαν ἔχουσι καὶ τελεωτάτων μαθημάτων δεκτικὴν, Ὑμῖν δέδοται, φησὶ, γνῶναι τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται. Καλὸν δὲ ἡμᾶς τὴν κοιλίαν καθαίρειν ὅτι μάλιστα καὶ ποιεῖν λεπτοτέραν, ὥστε τὸν νόμον Κυρίου ἐν μέσῳ δέχεσθαι. Ψυχῆς δὲ κοιλία, τὸ δοχεῖον τῶν πνευ ματικῶν τροφῶν, εἴτουν τὸ διανοητικόν. Εὐηγγελισάμην 91 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. δικαιοσύνην ἐν ἐκκλησίᾳ με γάλῃ. (B f. 146 b, I f. 203 b, L f. 109) Μεγάλη ἐκκλησία ἡ ἐκ μεγάλων καὶ τελείων συμπληρουμένη, ἐν ᾗ εὐηγγελίζετο δικαιοσύνην τὴν διὰ πίστεως Ἰησοῦ· 69.992 ἔγνω δὲ αὐτὸς ταύτην ὡς ἀποδεξάμενός τε καὶ οἰ κειούμενος ὡς ἀδιαστάτως. Ὅτι δὲ τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ δύναμις κατεβρόντησε τὴν ὑπ' οὐρα νὸν, καὶ πεπλήρωκε τὴν μεγάλην Ἐκκλησίαν, τουτ έστι τὴν δι' αὐτοῦ συστᾶσαν καὶ συναγηγερμένην πληθὺν τῶν ἐπεγνωκότων τὴν ἐπιφάνειαν αὐτοῦ, δῆλον ἂν εἴη δήπουθεν· οὐ γὰρ κεκώλυκεν ἑαυτοῦ τὰ χείλη· λαλεῖ γὰρ εἰς δεῦρο διὰ τῶν ἀγίων εὐαγ γελιστῶν καὶ τῶν κατὰ καιροὺς διδασκάλων. Τούτους καὶ Χριστοῦ χείλη καλεῖν, τῶν ἀπεοικότων οὐδέν. Γράφει γοῦν ὁ θεσπέσιος Παῦλος· "Εἰ δοκιμὴν ζη τεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ." Ἐγνωκέναι δέ φησι τὸν Πατέρα τὴν δικαιοσύνην αὐτοῦ, τὴν κε κρυμμένην, τὴν ὑπὲρ νόμον καὶ σκιὰν, δῆλον δὲ ὅτι τὴν εὐαγγελικὴν, ἣν καὶ αὐτὸς ὁ Υἱὸς τῆς διὰ Μω σέως λαληθείσης τοῖς ἀρχαιοτέροις ἀποφαίνει κρείτ τονα, τοῖς ἁγίοις ἀποστόλοις παρεγγυῶν τε καὶ λέ γων· "Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσ έλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν." [Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας. Τὸν ποικίλον καὶ παντοδαπὸν ἐσμὸν τῶν λυπηρῶν ὁ προφητικὸς λόγος προκαταγγέλλει· ὧν τὴν πεῖραν ἡ τοῦ Χριστοῦ Ἐκκλησία δι' αὐτῶν εἴληφε τῶν πρα γμάτων. Ὃ δέ φησι, "Καὶ ἡ καρδία μου ἐγκατ έλιπέ με," ἀντὶ τοῦ, Ὤκλασε καὶ κατωλιγώρησεν, εἶ πεν, ἵνα δείξῃ τὴν τῶν ἀθέων ἐπίνοιαν.]

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.