Exposition on the Psalms · §ps035-rem-mid

Psalm ΛΖʹ rem mid

Rem mid: Psalm ΛΖʹ; lemma continues; spiritual reading with the letter.

Greek

ἁμαρτίαις δὲ δηλονότι καὶ πράξεσιν οὐκ ὀρθαῖς. Ἐπιπίπτει γὰρ καρδίαις φορτίου δίκην, καὶ ἀνανεύειν οὐκ ἐᾷ, ἀλλὰ τὴν ἐσχάτην αὐτὰς ὑπομένειν παρασκευάζει ταλαι πωρίαν, ὥστε καὶ κατάγχεσθαι [al. cod. κατεάγνυσθαι] δοκεῖν καὶ συγκαλύπτεσθαι, καὶ σκυθρωπάζειν ἀεὶ, καὶ οὐχ ἑκούσας καταβιάζεται· καὶ τοῦτο μέ χρι παντὸς, τουτέστιν εἰς ἔσχατον τοῦ πάθους, ἄχρις ἂν ἐλεήσῃ Θεὸς καὶ ἀπαλλάξῃ τοῦ κακοῦ, κατανεύ σας τὴν ἀμνηστίαν, καὶ διανευρώσας τὸν νοῦν εἰς τὸ ἀνακύψαι λοιπὸν, καὶ ἀποσείσασθαι μὲν τὸ κατηφὲς, ἀναθαρσῆσαι δὲ εἰς τὸ δύνασθαι κρατεῖν καὶ ἀντιφέρεσθαι γεννικῶς ταῖς τῆς ἁμαρτίας ἐφόδοις· ὑφ' ἧς καὶ ἠνάγκασται ταλαιπωρῆσαί τε καὶ κατακαμφθῆ ναι, καὶ κατὰ πᾶσαν ἡμέραν σκυθρωπάζων πορεύε σθαι. Καρδίας γὰρ, φησὶν, εὐφραινομένης θάλλει πρόσωπον, ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει. Εὐ φραίνει δὲ πάντως ἐφ' ἅπασι τοῖς ἀρίστοις τὸ συν ειδὸς, μαρτυροῦν αὐτοῖς ἀστειότητα βίου λαμπρὰν καὶ εἰλικρινῆ καὶ ἀξιεπαινετάτην ζωήν· καταλγύνει δὲ οὐ μικρῶς καὶ σκυθρωπὸν αὐτοῖς ἀποφαίνει τὸ πρόσωπον, ὅταν ἐπὶ πταίσμασι κατηγορῇ καὶ πικροῖς ἐλέγχοις κατατιτρώσκῃ τὸν νοῦν. Ὅτι αἱ ψύαι [marg. ψῶαι, et ψόαι] μου ἐπλή σθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. (A f. 208 b, B f. 135 b) Ἑτέραν τινὰ πρὸς τούτοις ἀθλιότητα δηλοῖ πλημμελοῦσι συμβαίνουσαν. Ἡ γὰρ ψυχή μου, φησὶν, ἐπλήσθη ἐμπαιγμῶν. Ἐμπαιγ 81 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. μὸν δέ φησιν ἡ θεόπνευστος Γραφὴ τὴν παρά τινων χλευασίαν, ἤτοι τὸν γέλωτα τὸν παρ' ἐχθρῶν. Εἰσὶ γὰρ, εἰσί τινες τῶν ἐν ἡμῖν σκαιοί τε καὶ φιλοσκώμ μονες, φιλεγκλήμονές τε καὶ δεινοί· καὶ τῶν μὲν ἰδίων πλημμελημάτων οὐδ' ὅσον εἰπεῖν τίθενταί τινα λόγον, ἐπιτωθάζουσι δὲ τοῖς ἄλλοις, εἰ δήπου συμ βαίνοι παρολισθεῖν καὶ ὑπενεχθῆναι. ∆ιὰ τοῦτο ταῖς τῶν ἀθυροστομεῖν εἰωθότων συκοφαντίαις ἤγουν λοιδορίαις τῶν τοιούτων ἐμπαιγμῶν ἐμπεπλῆσθαί φησιν τὴν ἑαυτοῦ ψυχὴν, κατηγορούντων πάντως που τῶν ὠνομασμένων. Καὶ τοῦτο, φησὶν, οὐκ οὔσης ἰάσεως ἐν τῇ ἐμῇ σαρκὶ, τουτέστιν ἀγρίως οὕτω δε δαμασμένης ὑπό γε τῶν τῆς ἀσκήσεως πόνων, ὡς πέρα γενέσθαι λαβεῖν τὴν ἴασιν. 69.961 Ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. (A f. 208 b) Κακοῦσθαί φησιν ὠρύεσθαί τε ἀπὸ στεναγμοῦ τῆς ἑαυτοῦ καρδίας. Μαστίζον γὰρ τὸ συνειδὸς τὴν καρδίαν στεναγμοὺς ἀφιέναι ποιεῖ. Ὁ γὰρ ἁλοὺς ὅλως ἐπὶ πταίσματι, καὶ ὑπὸ τοῦ συνει δότος κατηγορούμενος, συνεὶς δὲ ὅτι προσκέκρουκε τῷ Θεῷ, οὐ ῥᾳθυμεῖν ὀφείλει, λύπῃ δὲ μᾶλλον μονον ουχὶ καταμεθύουσαν ἔχειν τὴν διάνοιαν, καὶ τὴν καρδίαν κεκακωμένην ὡς ἀπό γε πικρᾶς ὀδύνης, ὥστε καὶ ὠρύεσθαι δοκεῖν ἀνιεμένων ἐκ βάθους τῶν στεναγμῶν, καὶ ἐκ τῶν κατωτάτω τῆς καρδίας μυ χῶν βαρείας καὶ ἀλαλήτου πεμπομένης ἠχῆς. Οὐ γὰρ ἵνα, φησὶ, τοῖς πολλοῖς φανερὸς γένωμαι, τοῖς χείλεσιν ἐξομολογοῦμαι, ἐν αὐτῇ δὲ τῇ καρδίᾳ τὸ ὄμμα μύων σοι μόνῳ τῷ βλέποντι τὰ ἐν κρυπτῷ τοὺς ἐμαυτοῦ στεναγμοὺς ἐπεδείκνυον, ἐν ἐμαυτῷ ὠρυόμενος. Οὐδὲ γὰρ μακρῶν μοι λόγων χρεία ἧν πρὸς τὴν ἐξομολόγησιν, ἀλλ' ἤρκουν πρὸς ταύτην οἱ τῆς καρδίας στεναγμοὶ, καὶ οἱ ἀπὸ βάθους τῆς ψυχῆς πρὸς τὸν Θεὸν ἀναπεμπόμενοι ὀδυρμοί. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου. (A f. 209) Ἡδοναὶ μὲν γὰρ αἱ πρὸς τὰ τῆς φαυ λότητος ἔργα τὴν τοῦ ἀνθρώπου διάνοιαν καταφέ ρουσαι, ἐξ ὀφθαλμῶν εἰσι τοῦ πανάγνου Θεοῦ· οὐ γὰρ ἂν ἐπισκέψαιτο τὸ ἀπηχθημένον αὐτῷ. Ἐπιθυ μία δὲ πᾶσα καλοῦσα πρὸς ἀρετὴν ἐφορᾶται παρ' αὐτοῦ. Ἀναθετέον δὴ οὖν τῷ Θεῷ αὐτὴν, οἱονεί πως ἁπάσης ἡμῶν ἐπιθυμίας τὴν πηγὴν, ὥστε ὅλον τὸ ἐπιθυμητικὸν προσφέροντας δύνασθαι λέγειν· "Κύ ριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου." Ὁ δὲ ∆α βὶδ καὶ τοιοῦτόν τι λέγει· "Ὁ τῆς ἐμῆς πόθος με τανοίας, στήτω ἐναντίον σου." Καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. (A f. 209, B f. 136 b) Προστίθησι δὲ ὁ Ψάλλων ὅτι Οὐκ ἐκρύβη ἀπὸ σοῦ ὁ στεναγμός μου, ἵνα τι τοιοῦτον ἐννοῶμεν καταδηλοῦν αὐτόν· σὲ γὰρ, φησὶ, τὸν παντεπόπτην, τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, ποιοῦμαι μάρτυρα τῶν ἐμῶν στεναγμῶν. Οὐ γὰρ ἐφ' ἑτέρῳ, φησὶ, πέπρακται παρ' ἐμοῦ, πλὴν ὅτι ἐπὶ μόνῳ τῷ λελυπῆσθαι καὶ κλαίειν, ὅτι τοῖς σοῖς προσ κέκρουκα νόμοις. Ἔθος δὲ τοῖς ἀνατείνουσι λιτὰς τὸ ἀναβράττειν ἐκ βάθους, ὡς ἔφην, τοὺς στεναγμοὺς, Θεοῦ καὶ τοῦτο δόντος ἀνθρώποις εἰς ἄκεσιν καὶ ἀνα κωχὴν τοῦ καταβρίθοντος πόνου. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου. (A f. 20 b, B f. 136 b) Ἀπαριθμεῖται πάλιν τὰ συμβαίνειν εἰωθότα τοῖς ἔσθ' ὅτε νενικημένοις ἐκ πικρᾶς ἡδονῆς, καὶ καταληϊζομένης τρόπον τινὰ τὸν νοῦν, καὶ ἐφ' ἃ μὴ προσῆκε κατακομιζούσης αὐτόν. Τίνα γὰρ τρόπον συμβέβηκεν αὐτῷ τὸ παρολισθεῖν, διαδείκνυσιν εὖ μάλα. Θόρυβος γὰρ ἤτοι ταραχὴ τὴν ἐμὴν εἰσέδυ καρδίαν, κατεσκοτίσθη δὲ καὶ ὁ νοῦς· ἕως μὲν γὰρ ἀνάλωτός ἐστι ταῖς εἰς τὸ φαῦλον ἡδο ναῖς, καὶ ἱδρυμένην ἔχει τὴν στάσιν εἰς τὸ βούλε σθαι διὰ πάσης ἐπιεικείας τὴν εὐφυᾶ καὶ ἐξαίρετον διᾴττειν τοῦ βίου τρίβον εὐδίαν ἔχει καὶ γαλήνην 69.64 καὶ πλείστην ὅσην ἐν ἑαυτῷ τὴν ἀταραξίαν· καὶ πρός γε τούτῳ, καθαρὸν αὐτῷ τῆς παρὰ Θεοῦ νή ψεως ἐναστράπτει τὸ φῶς. Ὡς γὰρ ὁ πάνσοφος γρά φει Παῦλος· "Ἡ εἰρήνη τοῦ Χριστοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν." Ἐπὰν δὲ μονονουχὶ καὶ δορύλη πτος ἡ καρδία γένηται, τῆς ἐκτόπου καὶ πονηρᾶς ἡδονῆς ἐπιχεομένης αὐτῇ, ἐμπίπλησι μὲν αὐτὴν θο ρύβων ὁ Σατανᾶς, καὶ λογισμοὺς ἐντίκτει πονηροὺς, καταθολοῖ δὲ, καὶ σκότους τοῦ νοητοῦ 82 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. μεμεστωμένην εὐθὺς ἀποφαίνει, καὶ μονονουχὶ πολέμου καὶ μάχης ἀναμεστοῖ, τοῦτο μὲν λογισμῶν ἀγαθῶν ἀπεχόντων αὐτῆς εἴς γε τὸ δεῖν τῆς ἀρετῆς ἀντέχεσθαι, τοῦτο δὲ τοῦ τῆς ἁμαρτίας νόμου καθέλκοντος εἰς τὸ πλημμελές. Τάχα δὲ καὶ τοῦτο αἰνίττεται, ὅτι καὶ μεσού σης ἡμέρας, ὡς ἐν σκότῳ διῆγον ὑπὸ τῆς ἀθυμίας, καὶ τῷ πολλῷ θρήνῳ τὴν ἐμὴν ἰσχὺν ἀπολώλεκα. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, κ.τ.λ. (A f. 210) Ἕτερόν τί φησιν ἁγίοις εἰωθὸς ἐπισυμ βαίνειν ἔσθ' ὅτε, καὶ ἁπλῶς τοῖς ἐκ Θεοῦ δι' ἁμαρ τίας παιδευομένοις· ἀφίστησι γὰρ αὐτῶν τὴν ἑαυτοῦ χάριν, ὥστε καὶ εἰς τοῦτο ἀφικέσθαι ταλαιπωρίας αὐτοὺς, ὡς μηδένα παντελῶς εὑρεῖν δύνασθαι τὸν παραστάτην ἢ φιλαλλήλως συναλγοῦντα· ἐν τάξει δὲ μᾶλλον ἐχθρῶν γεγονότας, καὶ τοὺς ἐγγὺς κατὰ γένος ἢ κατὰ διάθεσιν ἢ καθ' ἔτερόν τινα φιλίας καὶ οἰκειότητος τρόπον. Τῶν οὖν φίλων μου, φησὶ, καὶ τῶν πλησίον, οἱ μὲν καὶ φανερῶς ἐξ ἐναντίας ἤγγι σαν καὶ ἔστησαν, τουτέστιν ἀντέστησάν μοι, ὡς ὁ Ἀβεσσαλὼμ καὶ ὁ Ἀχιτόφελ· οἱ δὲ τὸ φιλανθρωπό- τατον, ἀπὸ μακρόθεν ἔστησαν, τῆς πρὸς ἐμὲ διαθέ σεως ὡς ἀπωτάτω δραμόντες. Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου. (A f. 210, B f. 137 b) Πρός γε τούτοις οἱ ζητοῦντές μου τὴν ψυχὴν ἐξεβιάσαντο· καὶ ἐθέλοντές μοι τὰ κακὰ, ματαιότητας ἐλάλησαν, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Ἐπαμύνοντος γὰρ οὐδενὸς ἢ κατοικτείροντος ἤγουν συμπαρεστῶτος, οἱ ἐχθροὶ κατεβιάζοντο καὶ συνέτριβον, τοῦτο μὲν συ κοφαντίαις, τοῦτο δὲ καταλαλιαῖς ταῖς κατεψευσμέ ναις, προσεπάγοντες καὶ δόλους, τουτέστι παγίδα ἀρτύοντες. Καὶ τί γὰρ οὐχὶ ποικίλως ἐκμηχανώμε νοι τῶν κακοῦν εἰωθότων; Καὶ ταύτῃ μὲν πλείστοις τῶν ἁγίων συνέβη παθεῖν. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ταῦτα πρὸ ἡμῶν δι' ἡμᾶς τε καὶ ὑπὲρ ἡμῶν ὑπομε μένηκεν ὁ Χριστός. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, κ.τ.λ. (A f. 211, B f. 138) Ἐπεὶ

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.