Psalm ΛΖʹ rem close
Rem CLOSEOUT: Psalm ΛΖʹ CLOSEOUT.
Greek
οὖν εἰς σὲ ἤλπισα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, διὰ τοῦτο εἰσακούσῃ, ὅτι θελητὴς ἐλέους εἶ σὺ, καὶ οὐ βούλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. Οὐκοῦν ἐγὼ, φησὶν, ὡσεὶ κωφὸς οὐκ ἤκουον, γέγονα δὲ παραπλή σιος τοῖς μὴ λόγον ἔχουσιν ἐν γλώσσῃ, μήτε μὴν ἀκούουσιν ὅλως, ἢ γοῦν ἔχειν δυναμένοις ἐλέγχους ἐν τῷ στόματι. Οἱ γὰρ τοῖς συκοφαντοῦσιν ἀντιλέ 69.965 γειν ἐθέλοντες, ὡς ψεύστας ἐλέγχουσιν, ἐφ' ἑκάστῃ τῶν λοιδοριῶν ἀπολογούμενοι δηλονότι, καὶ τὰ τῆς φιλοψογίας ἐγκλήματα παραλύοντες. Ἀλλ' ἐγὼ, φη σὶν, οὐ γέγονα τοιοῦτος· σεσίγηκα δὲ διακαρτερῶν, ἵνα μὴ κατ' ἐμαυτοῦ πικροτέρους τοὺς μισοῦντας ἐργάσωμαι. Χρὴ γὰρ ἐν πειρασμοῖς εἴκειν μᾶλλον, ἀλλὰ μὴ ἐν ἴσῳ τρόπῳ τοῖς διώκουσιν ἀντιφέρεσθαι. Ὅτι δὲ τὸ κεκωφῶσθαι δοκεῖν ἐν καιρῷ πειρασμῶν, καὶ ἀλάλους ἐοικέναι, οὐ κτηνοπρεποῦς ἀναισθησίας ἔργον ἐστὶ, καρτερίας δὲ μᾶλλον ἐπαινουμένης καρ πὸς, ἐνταῦθα διαδείκνυσι· σεσίγηκα γὰρ, φησὶ, διὰ μόνον τὸ ἐπὶ σοὶ τὰς τῆς σωτηρίας ἔχειν ἐλπίδας, καὶ ὅτι σε τῶν ἁπάντων ἐπέκεινα ἐπεγραφόμην ἐκδικητὴν, ὃς καὶ τοῖς ἐπεμβαίνουσι τῷ ἸὼB fίλοις ἐπιτιμήσας, ὡς ἀπηνῶς προσλαλοῦσιν ἀνδρὶ δοκιμα ζομένῳ καὶ πυρουμένῳ, ἔδειξας ὅτι ἀπήχθηταί σοι τὸ κατεπιφύεσθαί τινας τῶν ἐν περιστάσει καὶ πειρα σμοῖς. Σὺ μὲν οὖν, ὦ ∆έσποτα, ἀκούσῃ τοὺς ἐπ' ἐμοὶ γενομένους παρὰ τῶν ἐχθρῶν τωθασμοὺς, ἤγουν τὰ τῶν λοιδοριῶν εἴδη, ὄψει δὲ καὶ ἅπερ ἐξεμηχανή σαντο κατ' ἐμοῦ· ἐγὼ δὲ καὶ λόγους καὶ θυμοὺς ἀνακόψας, καὶ μονονουχὶ κεκωφωμένος, ἐπὶ σοὶ πᾶσαν ἐθέμην τὴν ἐλπίδα, εἰδὼς ὅτι σὺ ἀκούεις, κἂν ἐγὼ κωφεύω πρὸς τὰς κατ' ἐμοῦ βλασφημίας. Ὅτι εἶπα· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, κ.τ.λ. (A f. 211 b, B f. 138) Ἐγὼ, φησὶν, ἐπὶ σοὶ ἐλπί σας, τὰ μὲν ἄλλα κεκωφῶσθαι ἐδόκουν, πλὴν ἐκεῖνο μόνον ἐζήτουν, τὸ μὴ ὑπὸ χεῖρα γενέσθαι τῶν ἐχ θρῶν, μήτε μὴν ἐφησθῆναί μοί τινας τῶν πολεμεῖν εἰωθότων, ὥς γε τὸν εἰς ἅπαν ὑπομείναντι κλόνον, καὶ ἀνατετραμμένῳ παντελῶς, καὶ ἐξωσθέντι παρὰ σοῦ, καὶ ἀλλοτρίωσιν ὑπομείναντι τὴν ἐξ ἀκράτου θυμοῦ. Ἐδεδίην δὲ πρὸς τούτῳ, μὴ ἄρα πως σεσα λευμένους ὁρῶντες τοὺς ἐμοὺς πόδας, ὑπέρκομπόν 83 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τι καὶ ἀπηχὲς, κατὰ τῆς σῆς λέγωσι δόξης. Τοῦτο γὰρ σημαίνει, καὶ ἕτερον οὐδὲν, τὸ μεγαλοῤῥημονῆ σαί τινας δοκιμαζομένων ἁγίων. Οἴονται γὰρ ἔσθ' ὅτε, μὴ διαρκέσειν δύνασθαι πρὸς σωτηρίαν αὐτοῖς τὴν τοῦ διασώζοντος χεῖρα, ὡς ἀτονήσαντος πρὸς τὰς παρ' αὐτῶν ἐφόδους τοῦ ἐφ' ᾧ πεποίηνται τὴν ἐλπίδα. Καθάπερ ἀμέλει καὶ Ῥαψάκης ὁ Βαβυλώνιος ἀμετρήτῳ γλωσσαλγίᾳ κατὰ Θεοῦ χρώμενος ἔφα σκεν· "Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου;" Ὅτι ἐγὼ εἰς μάστιγας ἔτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντός. (A f. 212) Ταύτην ἰάσασθαι καὶ ∆αβὶδ φροντίζων, αὐτὸς ἑαυτοῦ κατηγόρει διὰ τῶν πρὸς τὸν Θεὸν ἐξο μολογήσεων. ∆ιό φησιν· "Ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διὰ παντός·" ἀλγηδόνα ἴσως τὴν τοῦ ἀλγεῖν ὀνομάζων πρόφασιν, τουτέστι τὴν ἁμαρτίαν ἢν καὶ τραῦμα νοῦ καὶ καρδίας πληγὴν, οὐκ ἄκομψον εἰπεῖν. Τό γε μὴν ἀεὶ μεμνῆσθαι τῆς ἰδίας ἁμαρτίας πρέποι ἂν ἁγίοις. Ἐνταῦθα μέν τοι σαφῶς ἐκεῖνό φησι, τὸ διὰ φωνῆς τοῦ ∆αβὶδ ἐν βίβλῳ Βασιλειῶν· "Ἐμπε σούμεθα εἰς χεῖρας Κυρίου, καὶ οὐκ εἰς χεῖρας ἀν θρώπων·" ὁ μὲν γάρ ἐστιν ἀγαθὸς καὶ φιλοικτίρ 69.968 μων καὶ θᾶττον μετανοῶν ἐπὶ ταῖς κακίαις, κατὰ τὴν Γραφὴν, οἱ δὲ τραχεῖς καὶ ἀνήμεροι, καὶ εἰς ἄμε τρον πολλάκις ἐκτείνοντες τὰς ὀργάς. Φεύγει μὲν οὗν ὁ ∆αβὶδ τὸ ἐπιχαρῆναί τινας τῶν ἐχθρῶν αὐτῷ σα λευομένῳ τε καὶ πίπτοντι· τοῦτο γὰρ ὑπεμφαίνει τὸ, σαλευθῆναι τοὺς πόδας. Τό γε μὴν Θεοῦ πλήτ τοντος ὑπενεχθῆναι τῇ μάστιγι, καὶ ἀσπαστὸν ἡγεῖ ται, καί τοι πικρὸν ὂν, διὰ τὸ ἐκ τοῦ παιδεύεσθαι χρήσιμον· ἑαυτὸν γὰρ ὑποφέρει τῇ μάστιγι, ἑτοι μότατά τε πρὸς τοῦτο ἰέναι διισχυρίζεται. Ἀποχρῶ σα δὲ τοῦτο φιλαρέτου ψυχῆς ἀπόδειξις, δυσφορούσης μὲν λίαν ἐφ' οἷς ἂν ἀῤῥωστήσειε παρενεχθεῖσα πρὸς ἃ μὴ θέμις, ἐνομιλούσης δὲ τοῖς ἀγαθοῖς σπουδάσμα σιν ἥδιστά τε καὶ προθυμότατα. Τουτὶ γὰρ, οἶμαι, καὶ μάλιστα σαφῶς ἐκδείξειε, τὸ ἑτοίμως ἔχειν εἰς μάστιγας, καὶ ἐν ὀφθαλμοῖς ἀεὶ τὴν ἀλγηδόνα φέ ρειν, τουτέστι τὴν ἁμαρτίαν τὴν τοῦ ἀλγεῖν αἰτίαν. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μερι μνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. (A f. 212 b) Πιστῆς ψυχῆς καὶ ἀκριβῶς πεπει σμένης περὶ τῆς κρίσεως τοῦ Θεοῦ τυγχάνουσιν αἱ τοιαῦται φωναί. Τὸ μέν τοι Ἀναγγελῶ τέθεικεν ἐν ταῦθα ἀντὶ τοῦ Ἀνήγγειλα· ὁμοίως δὲ καὶ τὸ Μερι μνήσω, ἀντὶ τοῦ Ἐμερίμνησα ἤτοι Πεφρόντικα· ἀδιαφορεῖ γὰρ ἔσθ' ὅτε περὶ τὴν τῶν χρόνων προφο ρὰν ἡ θεία Γραφή Οὐ γέγονα τοίνυν, φησὶ, μελλη τὴς εἰς μετάγνωσιν, οὐ βραδὺς εἰς δάκρυον, οὐδὲ ὀκνηρὸς εἰς ἐξομολόγησιν, ἀλλ' οἷον εὐθὺ κατ' ἴχνος τῶν πεπλημμελημένων, ἡ ὑπὲρ αὐτῶν γέγονεν ἱκε τεία πρὸς Θεόν. Ὀνίνησι δὲ καὶ τοῦτο ἡμᾶς οὐ μετρίως, τὸ εἰδέναι φημὶ τοὺς τῆς μεταγνώσεως τρό πους. Οἱ ἐχθροί μου ζῶσι, καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. (A f. 213, B f. 138 b, 13) Εἰ δὲ τοὺς ἐχθροὺς αἰσθητοὺς νοήσεις, οὕτως ἐπιβαλεῖς· ὅτι Ἐγὼ μὲν οὗν, φησὶν, δεδάκρυκα καὶ πεφρόντικα, καὶ τὸ ἐπὶ ταῖς μεταγνώσεσι προσεκόμισα δάκρυον, ὅτι πεπαρ ῴνηκα μὲν, καὶ τοῖς ἱεροῖς προσκέκρουκα νόμοις· οἱ δὲ τὰ ἐχθρά μοι φρονοῦντες ζῶσι καὶ κεκραταίων ται ὑπὲρ ἐμέ. Τὸ ζῶσιν ἐν τούτοις θετέον ἀντὶ τοῦ, Ἐν ἀκμαῖς εἰσιν τοῦ δύνασθαι κατορθοῦν ἅπερ ἂν βούλοιντο κατ' ἐμοῦ. Οὕτω καὶ ἡμεῖς αὐτοὶ κατει θίσμεθα πολλάκις περί τινος τῶν εὐζωνοτάτων καὶ εὐδρανὲς ἐχόντων τὸ κίνημα λέγειν, ὅτι ὁ δεῖνα τυχὸν ζῶν ἐστιν ἄνθρωπος· οὐ γὰρ ἂν ᾔτησεν ὁ δίκαιος παρὰ Θεοῦ θάνατον τῶν ἰδίων ἐχθρῶν, ἀπα θεῖ δὲ τοῦτο τῷ φιλαγάθῳ Θεῷ. Οὐκοῦν τὸ ζῶσιν ἐνταῦθα ἀντὶ τοῦ, Ἐν ἀκμαῖς εἰσι δυνάμεως καὶ εὐη μερίας. Ἐπιφέρει γοῦν εὐθὺς ὅτι καὶ κεκραταίωνται ὑπὲρ αὐτόν· πληθυνθῆναι δέ φησι τοὺς μισοῦντας αὐτὸν, καὶ τοῦτο ἀδίκως, ἐκ θείας ἀποστροφῆς δηλαδὴ καὶ τούτου συμβαίνοντος τοῖς πλημμελημάτων ἔνεκεν διασμηχομένοις, πόνοις τε ὁμιλοῦσι καὶ πειρασμοῖς. Εἰ γὰρ γένοιτό τινα παθεῖν ἀποστροφὴν Θεοῦ, καὶ ἐξ ὀφθαλμῶν εὑρεθῆναι τοῦ πᾶσαν νέμειν εἰδότος ἀσφά λειαν καὶ ἐπικουρίαν, οὗτος ἔσται μεμισημένος καὶ τοῖς πάλαι φίλοις, κἂν μηδὲν εἴη τὸ διακόπτον τὴν 69.969 φιλίαν, καὶ ποιοῦν τὴν διαφοράν· 84 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ μισεῖσθαι μάτην, ἤγουν ἀδίκως. Τίνες δ' ἂν εἶεν οἱ μισοῦντες ἀδίκως, διαλευκαίνει πάλιν ἐν τού τοις· "Οἱ ἀνταποδιδόντες μοι γὰρ, φησὶν, ἀντὶ ἀγα θῶν κακὰ," κατηγόρευόν μου, καὶ οὐκ ἐπί τινι τῶν ἀτόπων, ἀλλ' ἐφ' οἷς ἔδει καὶ ἐπαινεῖσθαι ὅτι γέγονα τῆς δικαιοσύνης ἐραστής. Οἱ γὰρ Θεῷ προσκρούοντες, ὡς ἔφην, καὶ τοὺς πάλαι φίλους εὑρίσκουσι πολε μίους, εἰκῆ κατατεθηγμένους καὶ ἐπ' οὐδενὶ καὶ εἰς μάτην λελυττηκότας, πονηρά τε ἀντὶ ἀγαθῶν ἀποτιν νύναι σπουδάζοντας. Ἀπογυμνώσας οὖν τὰ τραύματα τῷ τῶν ὅλων Θεῷ, λύσιν ἐπιζητεῖ τῶν συμβεβηκότων, καὶ μότωσιν αἰτεῖ τὴν ἀπὸ τοῦ πατάξαντος. Γέγραπται γὰρ, ὅτι "Ὁ πλήξας καὶ μοτώσει." Ἡ δὲ μότωσις καὶ ἀπαλλαγὴ τῶν συμβεβηκότων, εἴη ἂν τὸ μὴ εἰς ἅπαν ἐγκαταλειφθῆναι παρὰ Θεοῦ, προσέχειν δὲ μᾶλλον εἰς τὸ στῆναί τε καὶ ἐπαμῦναι καὶ σώζειν αὐτόν. Κύριον δὲ τῆς σωτηρίας ἀποκαλεῖ τὸν Θεόν· τοῖς γὰρ αὐτοῦ νεύμασι, καὶ ἡ τῆς σωτηρίας ὁδὸς εὐήλατος ἔσται καὶ ὁμαλή.
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.