Psalm Λ∆ʹ rem mid
Rem mid: Psalm Λ∆ʹ; lemma continues; spiritual reading with the letter.
Greek
ταῖς εἰς εὐσέβειαν ἀποκο μιζούσαις τρίβοις, ὕβριζον οἱ τάλανες, καὶ προσέτι καὶ ἐπεβουλεύοντο, ὥστε καὶ ἀτεκνίαν αὐτῷ κατασκευά ζειν.] Καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. (B f. 116 b) Ἔθος τῇ θείᾳ Γραφῇ υἱοὺς ὀνομάζειν κατὰ μαθητείαν τῶν μυσταγωγεῖν εἰωθότων τοὺς μυσταγωγουμένους. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλων τισίν· "Ἐν γὰρ Χριστῷ Ἰησοῦ, φησὶν, διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα·" καὶ μὴν καὶ Γαλάταις· "Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ 69.904 μορφωθῇ Χριστὸς ἐν ὑμῖν." Ὠνομάζοντο δὲ καὶ υἱοὶ τῶν ἁγίων προφητῶν, οἱ κατὰ διάθεσίν τε καὶ μάθησιν οἰκεῖοι καὶ προσεδρεύοντες αὐτοῖς. Ὅτι γὰρ οὐ συνεχώρουν ὑπὸ Χριστοῦ μαθητεύεσθαί τινας οἱ καθηγεῖσθαι λαχόντες τῶν Ἰουδαϊκῶν ταγμάτων, σαφὲς ἂν γένοιτο κἀντεῦθεν ἀκονιτί. Προσεφώνουν μὲν γὰρ, ὡς ἔφην, τοῖς ὄχλοις, ὅτι "∆αιμόνιον ἔχει καὶ μαίνεται;" τί ἀκούετε αὐτοῦ, Ἔτυπτον δὲ καὶ τοὺς ἁγίους ἀποστόλους ἐν συνεδρίῳ πολλάκις, ἐγκαλοῦντες αὐτοῖς τὴν μυσταγωγίαν. [Ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν. Ὁποῖος δέ ἐστιν ὁ πένθους τρόπος, παρά γε τοῖς τὴν ἁγίαν κατορθοῦν εἰωθόσι ζωὴν, οὗτος ὁ στίχος εὗ μάλα διατρανοῖ. "Ἐταπείνουν γὰρ ἐν νηστείᾳ τὴν ψυχήν μου," φησί. Καὶ ἐντεῦθεν τὸν τοῦ πέν θους παραχρῆμα δεικνύει καρπὸν, καὶ τῶν ἁγιοπρε πῶν ἱδρώτων τὴν ὄνησιν.] Ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφή σεται. (B f. 117) "Ἡ προσευχή μου γὰρ, φησὶν, εἰς κόλπον μου ἀποστραφήσεται, τουτέστιν οὐκ ἄπρα κτος οὐδὲ ἀνήνυτος γέγονεν παρὰ Θεῷ, δεκτὴ δὲ μᾶλ λον, καὶ οἷον εἰς κόλπον δοθεῖσα τοὺς ἐμούς. Εἰθί σμεθά πως ἐν κόλπῳ δέχεσθαι τὰ παρ' ὅτου οὖν προσ φερόμενα δῶρα. Ὅτι γὰρ τὰς τῶν ὁσίων ἱκετηρίας προσίεται Θεὸς, πῶς ἂν ἐνδοιάσειέ τις; αὐτοῦ λέγον τος ἐναργῶς ποτὲ μὲν, ὅτι, "Κέκραξον πρός με καὶ εἰσακούσομαί σου·" ποτὲ δὲ πάλιν ἑκάστῳ τῶν προσ αγόντων τὰς ἱκετηρίας· Ἔτι σοῦ λαλοῦντος ἐρῶ· Ἰδοὺ πάρειμι. (cod. M. f. 55) Ἀντὶ τοῦ, Προσευχόμενος, ἐδεχό μην παρὰ τοῦ Θεοῦ τὰς αἰτήσεις, καὶ τὸν κόλπον μου ἐπλήρουν. Τοῦτο σημαντικὸν ἂν εἴη τοῦ ἐναπομεῖναι ἐκείνους τῇ ἁμαρτίᾳ· οὐδὲν γὰρ ὠφελήθησαν, φησὶ, τῇ ὑπερβολῇ τῆς ἀνοίας τὴν προσευχὴν ὥσπερ εἰς ἑαυτὸν ἐπανακάμψαι ποιήσαντες. [Ὡς πλησίον, καὶ ὡς ἀδελφόν. Ἑκάστῳ, φησὶν, οὕτως ἀρέσειν ἐσπούδαζον, ὥστε δοκεῖν εἶναί τινα τῶν ἀγχιστέων καὶ τῶν τεταγμένων εἰς ἀδελφούς.] ∆ιεσχίσθησαν, καὶ οὐ κατηνύγησαν. (B f. 117 b) 62 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Τουτέστιν ἀκαμπὴς ἀπομεμένηκεν καὶ ἀφιλοικτίρμων ὁ νοῦς αὐτοῖς. Πλὴν ἐγὼ, φησὶν, οὐκ ἔγνων. Τί δὲ οὐκ ἔγνων; Τὴν αἰτίαν δηλονότι δι' ἣν αἱ μὲν μάστιγες κατεῤῥήγνυντο· οἱ δὲ οὐ κατ ηνύγησαν. Οὐδὲν γὰρ, ὡς ἔφην, ἐγκαλεῖν ἔχοντες, ἐπεμαίνοντο τῷ Χριστῷ. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· "Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ ἀλή θειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;" Οὐκοῦν ἁμαρτίαν ἐμαυτοῦ, φησὶν, οὐδεμίαν ἔγνων. Ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμόν. (B f. 117 b) Ὁ τοῖς εὐαγγελικοῖς συγγράμμασιν ὁμιλῶν, εὑρήσει καὶ τοῦτο τολμήσαντας Ἰουδαίους κατὰ τοῦ καλέσαντος εἰς ζωὴν, δῆλον δὲ ὅτι Χριστοῦ. 69.905 Μυρίας γὰρ καὶ πικρὰς ἐπεσώρευον αὐτῷ τὰς θλί ψεις· καὶ προσεῖσαν πλεισταχοῦ, διδάσκαλον μὲν ἀποκαλοῦντες αὐτὸν, ἀρτύοντες δὲ παγίδας καὶ βρόχους. Ἐπέπεμψαν γὰρ ὁμοῦ τοῖς ἰδίοις μαθηταῖς τοὺς Ἡρωδιανοὺς λέγοντες· "Οἴδαμεν ὅτι ἐν ἀλη θείᾳ τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀν θρώπου. Ἔξεστι δοῦναι φόρους Καίσαρι, ἢ οὔ;" Ποτὲ δὲ καὶ νομικὰς προτάσεις προσάγοντες καὶ φι λομαθείας δόκησιν ἑαυτοῖς περιπλάττοντες ἐζήτουν τι θηρεῦσαι ἐκ τοῦ στόματος αὐτοῦ, καθ' ἃ γέγρα πται. Ἀλλ' ἤκουον τότε· "Τί με πειράζετε, ὑποκρι ταί;" Οὐ γὰρ ἦν δύνασθαι λαθεῖν τὸν εἰς καρδίαν ὁρῶντα καὶ νεφροὺς, καὶ εἰδότα τὰ κεκρυμμένα. Ὅτι δὲ καὶ ἐξεμυκτήρισαν αὐτὸν, χαλεπὸν οὐδὲν ἐκ τῶν περὶ αὐτοῦ γεγραμμένων ἰδεῖν. Ὁ μὲν γὰρ τῶν ὅλων Σωτὴρ καὶ Κύριος· "Ἀμὴν, ἀμὴν, φησὶν, λέγω ὑμῖν· ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον·" προσετίθει δὲ ὅτι "Θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα." Οἱ δὲ ὑπήντουν σκληροὶ καὶ ἀγέρωχοι, καὶ ἐκ πολλῆς ἄγαν ἀσυνεσίας οὐ συνιέντες τὸ εἰρημένον, ἀντανίσταντο λέγοντες· "Ἀβραὰμ ἀπέθανεν, καὶ οἱ προφῆται ἀπέθανον, καὶ σὺ λέγεις· Ἐάν τις τὸν λόγον μου ἀκούσῃ, θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα; τίνα σεαυτὸν ποιεῖς;" [Οὐκοῦν ποτὲ μὲν ἐπείραζον, ποτὲ δὲ καὶ ἐξεμυ κτήριζον ἐπιβρύχοντες αὐτῷ τοὺς ὀδόντας, καὶ μανίας διαβολικῆς, καὶ δαιμονιώδους ὠμότητος ἐκμεμεστω μένην ἔχοντες τὴν καρδίαν. Ἀλλ', ὦ Κύριε, φησὶ, πότε ἐπόψῃ; Ἄθρει δέ μοι πάλιν κἀν τούτῳ τὸ τῆς ἀνθρωπότητος σχῆμα, καὶ τὸ τῆς κενώσεως μέτρον, εὖ μάλα τετηρημένον· ἵνα πάλιν ὑποτύπωσις ἐπιει κείας αὐτὸς εὑρίσκηται Χριστός· καίτοι γὰρ δυ νάμενος ὡς Θεὸς τὴν ἰσοπαλῆ τοῖς Ἰουδαϊκοῖς τολ μήμασιν ἐπιμετρῆσαι δίκην, τὸ χρῆναι τοῦτο δρᾷν ἀνατίθησι τῷ Πατρὶ, ἵνα καὶ εἰς ἡμᾶς ὀρθῶς λέγηται τὸ διὰ τοῦ θεσπεσίου Παύλου· "Μὴ ἑαυτοὺς ἐκδι κοῦντες, ἀγαπητοὶ, ἀλλὰ δότε τόπον ὀργῇ."] Ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κα κουργίας αὐτῶν. (B f. 118) Τῆς Ἰουδαίων ἀνοσιότητος διαμνημο νεύσας πανταχοῦ, πλεῖστά τε ὅσα περὶ τοῦ σωτηρίου πάθους εἰπὼν, εἰσκεκόμικεν ἀναγκαίως διὰ τῆς τῶν προκειμένων ἐννοίας καὶ τὸν περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ἐπ' αὐτοῦ λόγον. Χάριτι μὲν γὰρ Θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, κατὰ τὸ γεγραμ μένον. Πλὴν οὐ μεμήνηκεν τῷ θανάτῳ κάτοχος. Οὐκ οῦν κἂν εἰ ὁ Πατὴρ ἀποκατασταθῆσαι λέγοιτο, ἀλλ' ἐν Υἱῷ καὶ τοῦτο πεπρᾶχθαι φαμέν· σοφία γάρ ἐστι Θεοῦ καὶ δύναμις τοῦ Πατρός. Ἀπὸ λεόντων τὴν μονογενῆ μου. (B f. 118 b) Λέοντας φησὶν ἢ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, αἱ μονονουχὶ κατεβρυχήσαντο τοῦ Χριστοῦ· ἢ τάχα που καὶ αὐτοὺς τοὺς τῶν Ἰου δαίων καθηγητάς. Οὕτω γὰρ αὐτῶν διαμνημονεύει 69.08 λέγων διὰ φωνῆς Ἡσαΐου· "Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς· διὰ τοῦτο ἐμίσησα αὐτήν." Μονογενῆ γε μὴν τὴν ἑαυτοῦ ψυχὴν ὀνομάζει, τὸ μονογενῆ τιθὲν ἀντὶ τοῦ ἠγαπημένην· ἀεὶ γάρ πώς ἐστιν ἐν ἀγάπῃ πλείστῃ τὸ μονογενὲς ἐν τέκνοις. Ἐξομολογήσομαί σοι ἐν Ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. (B f. 118 b) Ἐκκλησίαν ἐν τούτοις μεγάλην τὴν ἐξ ἐθνῶν ὀνομάζει· καὶ μάλα εἰκότως, ὡς ἀναρι θμήτῳ πληθύϊ κομῶσαν, καὶ τὸ τῶν Ἰουδαίων ἔθνος καὶ κατὰ τοῦτο ὑπερκειμένην. Μεγάλη δὴ καὶ ἑτέ ρως, ὡς τὴν ἐν Χριστῷ δικαιοσύνην ἔχουσα, καὶ διὰ πολιτείας εὐαγγελικῆς τελειουμένη πρὸς 63 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἁγιασμόν. Ἐν ὑπεροχῇ δὲ τῆς ἐν νόμῳ λατρείας ἡ πνευματικὴ, καὶ τῶν ἐν σκιαῖς ἡ
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.