Exposition on the Psalms · §ps033-rem-close

Psalm Λ∆ʹ rem close

Rem CLOSEOUT: Psalm Λ∆ʹ CLOSEOUT.

Greek

ἀλήθεια· οὐκοῦν τὸ μέγα κατά τε πληθὺν νοοῖτ' ἂν εἰκότως, καὶ πρός γε τοῦτο κατὰ τὴν ἀρετήν. –Βαρὺς δὲ λαὸς ὀνομάζεται, ἅτε δὲ καὶ ἀπηλλαγμένος κουφότητος Ἰουδαϊκῆς, καὶ τὸ εὐ παράφορον οὐκ ἔχων, οὔτε μὴν παντὶ ἀνέμῳ περι φερόμενος, βεβηκὼς δὲ μᾶλλον, καὶ τὸ ἀκράδαντον ἐν πίστει τηρῶν· οὐκοῦν καὶ τὸν μέχρις αἵματος ἀγῶνα διήνεγκαν μαρτυροῦντι Χριστῷ, καὶ τετηρήκασιν τὸ γεγραμμένον· "Ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας." Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως. (B f. 119) Πῶς ἂν ἐπέχαιρον Ἰουδαῖοι Χριστῷ, ἢ ποίας ἂν ἐσχήκασιν ἀφορμὰς τῆς κατ' αὐτοῦ θυμ ηδίας, εἰ μεμένηκεν ἐν νεκροῖς; ∆ηλονότι εἰ καὶ αὐτὸς ἐν ἴσῳ τοῖς ἄλλοις κάτοχος ἐγεγόνει ταῖς ᾅδου πύλαις, καὶ μηδεὶς ἦν αὐτοῦ λόγος ἔτι μετὰ τὸ παθεῖν ὑπὲρ ἡμῶν τὰ ἐπὶ τῷ σταυρῷ πάθη. Οἱ μισοῦντές με δωρεὰν, καὶ διανεύοντες ὀφθαλμοῖς. (B f. 119) Ἑπ' οὐδενὶ γὰρ ἐδίωκον τὸν Κύριον, τουτέστιν ἀφορμὴν οὐδεμίαν ἐσχηκότες κατ' αὐτὸν, δι' ἣν ἐχρῆν ὁρᾶσθαι μεμισηκότας τοὺς διανεύοντας τοῖς ὀφθαλμοῖς. Περιτυγχάνοντες γὰρ, ὡς ἔφην, αὐτῷ καὶ διδάσκαλον ὀνομάζοντες, καὶ τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκειν ἐν ἀληθείᾳ λέγοντες, διέλεγον ἀλλήλοις κατειρωνευόμενοι πάντως που, καὶ τὴν ὑπόκρισιν ὑπεμφαίνοντες, εἰς ἀπολογίαν τοῦ μὴ δοκεῖν ἀληθές τι λέγειν περὶ αὐτοῦ, ὅτι διδάσκαλον ὀνομάζειν ἤθελον. Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν. (B f. 119) Προσιόντες γὰρ, ὡς ἔφην, τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ τῶν Φαρισαίων τινὲς, καὶ φι λομαθείας ὑπόληψιν περιτιθέντες ἑαυτοῖς, εὐφημεῖν ὑπεκρίνοντο, καὶ προσηνεστάτους αὐτῷ προσεκόμιζον λόγους, οὐκ εὐλογοῦντες κατ' ἀλήθειαν, ἀλλ' ἵνα παγιδεύσωσιν αὐτὸν καὶ θηρεύσωσίν τι ἐκ τοῦ στό 69.909 ματος αὐτοῦ, κατὰ τὸ γεγραμμένον· ἀλλ' ἠλέγχοντο λέγοντος τοῦ Χριστοῦ· "Τί με πειράζετε, ὑποκρι ταί;" Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς· Κύριε, μὴ ἀπο στῇς ἀπ' ἐμοῦ. (B f. 119) Αἰτεῖ παρὰ τοῦ Πατρὸς κατὰ τῶν εἰς αὐτὸν πεπαρῳνημένων γενέσθαι τὴν κίνησιν. Καὶ μονονουχὶ διαμαρτύρεται λέγων· "Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς." Βούλεται γὰρ οὐκ ἕτι μὲν ἐπ' αὐ τοῖς ἀνεξικακῆσαι τὸν Θεὸν καὶ Πατέρα, κατεξανα στῆναι δὲ ὥσπερ, καὶ συστείλαντα τὴν μακροθυ μίαν, αἰτῆσαι δίκας αὐτοὺς τῶν εἰς αὐτὸν οὐχ ὁσίως πλημμελημένων. Καὶ ταῦτά φησιν οὐκ ἀεργὴς ὢν αὐτός· οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶ σαν τὴν κρίσιν δέδωκεν τῷ Υἱῷ.–(B f. 119 b) Λέγων δὲ τὸ Μὴ ἀποστῇς ἀπ' ἐμοῦ, διαδείκνυσιν ἐναργῶς ὅτι πάμμεγα πρὸς σωτηρίαν ἐφόδιον τὸ μόνον ἔχειν παρεστηκότα καὶ συνασπίζοντα τὸν τῶν ὅλων Θεόν. Οἱ γὰρ τούτου λαχόντες τὴν μέθεξιν, πάντη τε καὶ πάντως περιέσονται τῶν ἐχθρῶν, καὶ τὰς τῶν πολεμούντων αὐτοῖς ἐφόδους διακρούσονται γεννικῶς, καὶ οὐκ ἀνελοῖεν πώποτε γεγονότες ὑπ' αὐτοῖς. Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην σου. (B f. 119 b) Ἐξήνεγκεν ὁ Θεὸς καὶ Πατὴρ ὅσιον ἐφ' Υἱῷ τὸ κρῖμα· οὐ γὰρ συγκεχώρηκεν ἀκαταλή κτως ἐπιχειρεῖν αὐτῷ τοὺς εἰς αὐτὸν δυσσεβήσαντας, ἔσβεσε δὲ μᾶλλον αὐτῶν τὸν γέλωτα. –Ὡς κρῖμα δίκαιον αἰτεῖ τῇ τοῦ Πατρὸς δικαιοσύνῃ πρεπωδέστα τον τὸ μὴ ἀφεῖναι τοῖς ἀποκτείνασιν αὐτὸν ταῖς κατ' αὐτοῦ θυμηδίαις ἐντρυφᾷν, μήτε μὴν ἐπιγάννυσθαι πεπονθότι, καὶ τοῦτο μέχρι παντός. Μὴ εἴποισαν ἐν καρδίαις αὐτῶν· Εὖγε, εὖγε, τῇ ψυχῇ ἡμῶν· μηδὲ εἴποισαν· Κατεπίομεν αὐτόν. (B f. 119 b) ∆ιὰ τοῦτο ἔσβεσε τῶν Ἰουδαίων ὁ Θεὸς καὶ Πατὴρ τὸν γέλωτα, ἵνα μὴ λέγοιεν ἐν ταῖς ἑαυτῶν καρδίαις· "Εὖγε, εὖγε, τῇ ψυχῇ ἡμῶν." Εἰ γὰρ μεμένηκεν ὁ Χριστὸς ἐν μόνῳ τῷ σταυ ρωθῆναι καὶ ἀποθανεῖν, ἔφασαν ἂν εἰκότως οἱ ἀπο κτείναντες αὐτόν· "Εὖγε, εὖγε, τῇ ψυχῇ ἡμῶν," καὶ προσέτι τοῦτο τὸ, "Κατεπίομεν αὐτόν." Ἐπειδὴ δὲ αὐτοὶ μὲν γεγόνασιν ἐν παντὶ κακῷ, κατεμπρη σθείσης αὐτῶν ἁπάσης τῆς χώρας καὶ πολέμου δαπανήσαντος τοὺς ἐν αὐτῇ· ὁ δὲ πεπονθὼς δοξάζεται λέγοντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρός· "Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς·" ἔτι τε πρὸς τοῦτο· "Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς 64 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου·" πέπτωκεν ἡ τῶν Ἰουδαίων ὀφρὺς, εἰς γῆν κατηνέχθη τὸ φρό νημα, καὶ οὐκ ἐπέχαρον αὐτῷ, οὔτε μὴν ἴσχυσαν εἰπεῖν· "Κατεπίομεν αὐτόν." Ἀγαλλιάσθωσαν καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου. (B f. 120) Οὐδὲν ἧττον τῶν ἐννοιῶν ἡ δύναμις κατὰ παντὸς ὁτουοῦν ἔρχεται τοῦ θέλοντος αὐτοῦ τὴν 69.912 δικαιοσύνην, καὶ τὴν πρὸς αὐτὸν ἀγαπῶντες εἰρήνην· οἷς καὶ ἀγαλλίασιν καὶ εὐφροσύνην δοθῆναι βούλεται, χορηγουμένην δηλονότι δι' αὐτοῦ παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Γέγραπται γὰρ περὶ δικαίου παντός· "Ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις, καὶ εὐφροσύνη καταλή ψεται αὐτούς." Πλὴν ὁποία τίς ἐστιν ἡ δικαιοσύνη περὶ ἧς νῦν ὁ λόγος αὐτῷ, ζητητέον. Ἐδόκει μὲν γὰρ ὁ δι' ἀγγέλων τοῖς ἀρχαιοτέροις λαληθεὶς νόμος, μεσιτεύοντος τοῦ πανσόφου Μωσέως, διδάσκαλος ἡμῖν δικαιοσύνης, πλὴν οὐ τῆς τελεωτέρας. Τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος οὐκ ἄμεμπτον εἶναί φησιν αὐτὴν δευτέρας τύπον, τῆς ἐν Χριστῷ δηλονότι, ἣ διά γε τῶν εὐαγγελικῶν θεσπισμάτων εἰσφέρεται, καὶ ἔστιν τελεωτάτη. Ταύτην οὖν ἄρα τὴν δικαιοσύνην οἱ θέ λοντες ἀγαλλιάσαιντο, φησὶν, καὶ εὐφρανθήτωσαν. Οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. (B f. 120 b) Εἰ μὲν ἐξ αἵματος Ἰσραὴλ τίοιντό τινες τὴν πρὸς αὐτὸν εἰρήνην, οὗτοι τοὺς τύπους ἀπολελοιπότες καὶ τὰς ἐν τῷ νόμῳ σκιὰς, μετακεχω ρήκασιν εἰς ἀλήθειαν, ἤτις ἐστὶν ἡ δικαιοσύνη. Τοῦτο διδάσκει λέγων ὁ ἱερώτατος Παῦλος· "Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί· εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐν αὐτῷ." Εἰ δὲ ἐξ ἐθνῶν νοοῖντο τυχὸν οἱ κεκλημένοι διὰ τῆς πίστεως, καί τοι τὴν εἰρήνην ἠσπάσαντο τὴν πρός γε μὴν, φησὶ, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὴν διιστῶσαν αὐτοῦ ἀπάτην διαπηδήσαντες καὶ καταλύ σαντες τὴν ἔχθραν, καὶ ἐκ μέσου ποιήσαντες τὸ μεσο λαβοῦν, οἷς καὶ ὁ πάνσοφος Παῦλος προσπεφώνηκεν λέγων· "∆ικαιωθέντες οὖν ἐκ πίστεως." Εἰ δὲ δοῦλον ἑαυτὸν ὀνομάζει Χριστὸς, ταρασσέσθω μηδεὶς, ἐννοήσας ὅτι μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὢν ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν. Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου. (B f. 120 b) Ἄθρει δή μοι πάλιν ἐν τούτοις τὸ τῆς ἀνθρωπότητος πρόσωπον εὖ μάλα διαμορφούμενον ἐν Χριστῷ. Ἐπειδὴ γὰρ γέγονεν καθ' ἡμᾶς, ταύτῃ τοι καὶ σφόδρα εἰκότως ὡς μέτροις ἐμβεβηκὼς τοῖς δου λοπρεπέσιν, ἀνθρωπίνην δικαιοσύνην πληροῦν ἐπαγ γέλλεται. Ἔργον δὲ δικαιοσύνης τῆς καθ' ἡμᾶς τὸ μελέτην ποιεῖσθαι καὶ τοῦτο διηνεκῆ τῷ Θεῷ πρέ πουσαν καὶ ὀφειλομένην δοξολογίαν. –Ἐπαγγέλλεται Χριστὸς καὶ καθάπερ τινὰ θυσίαν πνευματι κὴν ἀνακομίζειν τῷ Πατρὶ τὴν δοξολογίαν, κατὰ πᾶ σαν ἡμέραν τὸν ἔπαινον αὐτοῦ. Καί τοι τοῖς ἐξ αἵ ματος Ἰσραὴλ, εἰ τελεῖν ἕλοιντο χαριστήρια, βουθυ τὴν ἐκέλευεν ἡ τοῦ νόμου σκιὰ, ἢ μηλοσφαγίαις κεχρῆσθαι τυχὸν, ἢ τρυγόνας προσάγειν, ἢ δύο νεοττοὺς περιστερῶν, λάγανά τε καὶ σεμίδαλιν ἐλαιόδευτον· ἀλλ' οὐκ ἐν Χριστῷ τοὺς τύπους ἔδει κρατοῦντας ὁρᾶσθαι.

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.