Exposition on the Psalms · §ps032-rem-mid

Psalm ΛΓʹ rem mid

Rem mid: Psalm ΛΓʹ; lemma continues; spiritual reading with the letter.

Greek

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. πλουσία δια νομὴ, καὶ τῶν ἐπιγείων ἡ μέθεξις· οὐκ εἰς τρυφὰς ἀποφέρουσα κοσμικὰς, ἐπιμετροῦσα δὲ μᾶλλον ταῖς τοῦ σώματος χρείαις τὸ ἀποχρὼν εἰς ζωήν.] ∆εῦτε, τέκνα, ἀκούσατέ μου. (C f. 71) ∆ιδασκαλίαν ἐθνῶν περιτίθεται, ἧς πρῶ τον, τὸν φόβον τοῦ Θεοῦ εἶναί φησι· δεύτερον, τὸ μὴ καταλαλεῖν τῶν ἀδελφῶν· τρίτον, δόλου παντὸς παύειν τὰ χείλη· τέταρτον, ἀποχὴν παντὸς κακοῦ, καὶ ἐπιτήδευσιν ἀγαθοῦ· ἐπὶ πᾶσι τούτοις, εἰρήνης ἀντέχεσθαι· εἰρήνη δὲ ὁ Χριστός. Τούτων δὲ τὴν ἐπιτήδευσιν, ζωὴν εἶναι λέγει καὶ ἡμέρας ἀγαθάς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν; (B f. 109 b) "Τίς ἄρα, φησὶν, ἔστιν ἄνθρωπος," τουτέστιν λογικός τε καὶ συνετὸς, ὃς δὴ καὶ βούλε ται τὴν εἰς ἀπεράντους αἰῶνας ἀποκερδᾶναι ζωὴν, καὶ τυχεῖν εὐημερίας ἀκαταλήκτου καὶ μακρᾶς; Ἡκέτω τῶν ἐμῶν ἀκροασόμενος λόγων, ἁπλούτω τὸν νόμον, εἰσοικιζέσθω μάθημα τὸ σωτήριον. Ηὐτρέ πισται γὰρ τοῖς τῆς ἐννόμου ζωῆς ἐρασταῖς ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Μόνον ἔστω ποιητὴς ἔργων ὁ διδασκόμενος. Ὁ γάρ τοι μεμαθηκὼς, εἶτα δρὰς τῶν ἀρίστων οὐδὲν, ἔοικε φαύλῃ τε καὶ ἁλμάδι γῇ, δεχομένῃ μὲν παρὰ τῶν γηπόνων σπέρματα, τικτούσῃ δὲ παντελῶς οὐδέν. Ὁ δὲ λόγων ἀκροατὴς καὶ ποιητὴς ἔργων, παρεικάζοιτο ἂν εἰκότως εὐκάρ πῳ τε καὶ γονιμωτάτῃ γῇ. (C f. 71) Τίς ἐστιν ἄνθρωπος οὐρανικός τε καὶ συνετὸς, ὁ θέλων ζωὴν, οὐ τὴν κοινὴν ταύτην, ἢν καὶ τὰ ἄλογα ζῇ, ἀλλὰ τὴν ὄντως ζωὴν, τὴν θανάτῳ μὴ διακοπτομένην; Ἔστι δὲ ἡ ὄντως ζωὴ, ὁ Χριστός· οὐκοῦν καὶ ἡ ἡμετέρα ἐν αὐτῷ διαγωγὴ, ζωή ἐστιν ἀληθινή. Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ. (C f. 71) Τὸ μὲν οὖν θύραν ἐπιθεῖναι τῇ γλώττῃ, καὶ μὴ ἐᾷν ἀσχημόνως τοὺς πρὸς ἡμῶν ἰέναι λόγους, κατόρθωμά ἐστι καὶ εὐκαρπία σοφῆς καὶ ἁγίας ψυ χῆς. (B f. 110) Χρὴ δὲ παραιτεῖσθαι καὶ πρό γε τῶν ἄλλων δυσφημίας τε καὶ ψευδορκίας, ψιθυρισμοὺς, καταλαλιὰς, λοιδορίας, αἰσχρολογίας, εἰκαιομυθίας, εὐτραπελίας· εὐλογεῖν δὲ μᾶλλον, καὶ μὴ καταρᾶ σθαι, καὶ ταῖς εἰς Θεὸν ὑμνῳδίαις μονονουχὶ κατα ρυθμίζειν τὴν γλῶτταν, λαλεῖν ἀλήθειαν πρὸς τὸν πλησίον, ἀποπαύειν δὲ τὰ χείλη τοῦ μὴ λαλῆσαι δό λον. ∆όλος δέ ἐστιν τὸ ψεῦδος, καὶ ἡ ἀπάτη, καὶ συκοφαντία, καὶ διαβολαὶ τὸ ἀληθὲς οὐκ ἔχουσαι. 69.892 Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. (C f. 71) Ἐπειδὴ ἀρχὴ πρὸς τὴν ἀνάληψιν τῶν καλῶν, ἡ ἀναχώρησις τῶν κακῶν, ἔστιν ὅτε οὐ κα κοποιεῖ μέν τις, οὐ μὴν οὐδὲ ἀγαθοποιεῖ. Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. (B f. 110 b, C f. 71 a, b) Ἐφορᾷ μὲν τοὺς δι καίους ὁ Κύριος, καὶ τῆς ἄνωθεν ἐποπτείας ἀξιοῖ τοὺς τὰ αὐτοῦ [cod. αὐτῷ] φρονεῖν ᾑρημένους. Ἀνευρύνει δὲ καὶ τὸ οὖς ταῖς παρ' αὐτῶν ἱκετείαις. Ἐπιφέρει τε τὸ πρόσωπον ἐπὶ τοὺς τῶν φαύλων ἐργάτας, οὐχ ἵνα μᾶλλον ὠφελῇ διὰ τῆς ἐποπτείας αὐτοὺς, καθάπερ ἀμέλει καὶ ἐπὶ τῶν δικαίων ἐλέ γομεν, ἀλλ' ἵν' ἐκ γῆς ἐξολοθρεύσειεν αὐτῶν τὸ μνημόσυνον· γῆς δὲ οὐχὶ πάντως τῆς ὑπὸ πόδας ἡμῖν κειμένης, ἐκείνης δὲ μᾶλλον περὶ ἧς φησιν ὁ Σωτήρ· "Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομή σουσιν τὴν γῆν." Οὐ γὰρ βάσιμος τοῖς πονηροῖς ἡ ἄνω πόλις, οὔτε μὴν τῶν ἁγίων ὁ κλῆρος ἐκνεμηθή σεταί τινι τῶν φιλαμαρτημόνων· μερὶς γὰρ οὐδεμία πιστῷ μετὰ ἀπίστου, καθ' ἃ γέγραπται. Ἐφορᾷ τοίνυν, φησὶν, τοὺς δικαίους ὁ Κύριος ἱλαρῷ δηλονότι βλέμματι, καθ' ἃ καὶ φιλόπαις πατὴρ ἐπιτηρῶν πανταχοῦ μὴ ἄρα πως περιπταίσειαν σκανδάλοις βιωτικοῖς [al. cod. διαβολικοῖς], ἤγουν ἁλώσιμοι γέ

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.