Exposition on the Psalms · §ps032-rem-close

Psalm ΛΓʹ rem close

Rem CLOSEOUT: Psalm ΛΓʹ CLOSEOUT.

Greek

νοιντο τοῖς ἐκείνου βρόχοις· διανευρούμενοι δὲ μᾶλ λον τῇ παρ' αὐτοῦ χάριτι, ὡς πᾶν ὁτιοῦν τῶν ἀρί στων ἀμογητὶ διατρέχωσιν. Ἐπιφέρει δὲ τὸ πρόσωπον τοῖς πονηροῖς, ὡς ἂν νοοῖτο ∆εσπότης πλημμε λοῦσιν οἰκέταις καὶ προσκεκρουκόσιν αὐτῷ πολυτρόπως, σκληρόν τε καὶ ἀμειδὲς ἐνερείδων τὸ ὄμμα καὶ οἷον ἀπειλοῦν αὐτοῖς, ὡς ὅσον οὐδέπω, ἤγουν παραυτίκα, τὰς ἐσχάτας ὑπομένουσι δίκας. [Ὅτι καὶ ἑτοιμότατα κατανεύει Θεὸς ταῖς τῶν ἀγαπώντων αὐτὸν ἱκετείαις, καὶ εἰς πέρας αὐτοῖς τὸ πολύευκτον ἐκβιβάζει τὰ αἰτήματα, διαδείκνυσι σα φῶς. ∆ύο γὰρ τίθησιν 58 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἰσάμιλλά τε καὶ ἰσοπαλῆ δωρή ματα, τό τε εἰσακοῦσαί φημι τὸν Θεὸν τῆς δικαίων εὐχῆς, καὶ τὸ ἀπαλλάττειν αὐτοὺς οὐκ ἐκ μιᾶς ἁπλῶς, ἀλλ' ἐξ ἁπάσης θλίψεως, αἵπερ ἂν αὐτοῖς συμβαίνουσιν. Ὀνίνησι δὲ διὰ τούτου σφόδρα. Καθ ίστησι γὰρ εἰς ἀγαθουργίαν εὐτολμωτάτως καὶ νεα νικῶς, οὐ παρέργως ἰόντας εἰς τοῦτο, οὔτε μὴν ἀτη μελῶς καὶ ῥᾳθύμως, ἀλλὰ σπουδῆς τῆς προθυμοτά της ἀξιοῦντας τὸ σῶμα, καὶ πρὸς ἔφεσιν ἀναβαίνον τας τοῦ χρῆναι τληπαθεῖν ὑπέρ γε τοῦ κατορθοῦν ἅπερ ἂν ἀρέσκει Θεῷ.] Ἐκ πασῶν τῶν θλίψεων ἐῤῥύσατο αὐτούς. (C f. 71 b) Οὐκ ἐκ μιᾶς ἀλλ' ἐξ ἁπάσης αὐτῶν θλίψεως αὐτοὺς ἐῤῥύσατο. Καθίστησι γὰρ εἰς ἀγαθ ουργίαν εὐτολμωτάτους, πρὸς ἔφεσιν ἀναβαίνοντας τοῦ τληπαθεῖν. Ἐγγὺς ὁ Κύριος. (C f. 71 b) Πειρᾶται ἐνταῦθα δεικνύειν, ὅτι οὐκ ἄπεστι τῶν ἁγίων ὁ Θεὸς, σύνεστι δὲ μᾶλλον αὐτοῖς διαπαντός. "Θεὸς γὰρ ἐγγίζων ἐγώ εἰμι," λέγει. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων. (C f. 71 b) Ἀεὶ οἱ τῶν φαύλων ἐργάται τοὺς ὀδόντας ἐπιτρίζουσι τοῖς εὐαγγελικὴν κατορθοῦσι 69.893 ζωὴν, καὶ θηριοπρεπῶς ἐπιμαίνονται. Παροτρύνει δὲ καὶ ὁ Σατανᾶς κατασωρεύειν τὰς τῶν ἁγίων θλί ψεις· πλὴν ἐξ αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν. (C f. 71 b) Ὀστᾶ τὰς τῆς ψυχῆς δυνάμεις λέγει, τὰς ἐπὶ παντὶ πράγματι καλῷ τε καὶ ἀγαθῷ. Ὡς γὰρ ὀστῶν δίχα τῶν αἰσθητῶν, οὐκ ἂν συσταίη τὸ ἀνθρώπινον σῶμα, οὕτως οὐδ' ἀνθρώπου ψυχὴ κα τορθώσειέ τι τῶν ἀγαθῶν, μὴ τὰς ἑαυτῆς ἐνεργείας ἐῤῥωμένας ἔχουσα, καὶ κατ' οὐδένα τρόπον συντε θραυσμένας. (B f. 112) Ἐν μὲν τοῖς φιλαμαρτήμοσιν καὶ φιλ ηδόνοις καὶ ταῖς τοῦ παρόντος βίου τύρβαις ἐνειλημ μένοις [καὶ] συντετριμμένοις, πῶς ἔστιν ἤδη τὰ τῆς ψυχῆς ὀστᾶ; Τὰ δέ γε τῶν ἁγίων ὁ Κύριος φυ λάττει, ὡς μηδ' ὁτιοῦν ἐξ αὐτῶν ὑπομεῖναί τινα συντριβήν· ἢ τῆς τοῦ διαβόλου σκαιότητος ἐπενε χθείσης αὐτοῖς, ἢ ἀνθρώπων πονηρῶν κατεξανιστάν των αὐτοῖς θορύβους καὶ περιστάσεις καὶ διωγμούς. "Οὐαὶ γὰρ τῷ κόσμῳ, φησὶν ὁ Σωτὴρ, ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γὰρ τοῦ ἐλθεῖν τὰ σκάνδαλα." Καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ' αὐτόν. (B f. 112 b, C f. 71 b) Τὸ μηδ' ὅλως πλημμελεῖν, οὐδενὶ τῶν ἐπὶ γῆς ἁρμόσειεν ἄν· "Πολλὰ γὰρ πταίο μεν ἅπαντες·" καὶ, "Ἀπὸ ῥύπου καθαρὸς οὐδεὶς, οὐδ' ἂν μία ἡμέρα ᾖ ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς." Τετήρη ται δὲ μόνῳ τῷ πάντων Σωτῆρι Χριστῷ· Θεὸς γὰρ ἦν ἐν εἴδει τῷ καθ' ἡμᾶς. Ἔξω γε μὴν καὶ ἡμεῖς ἐσόμεθα τοῦ πλημμελεῖν, παραιτούμενοι τὰ φορτικὰ καὶ δύσοιστα καὶ πρὸς θάνατον ἄγοντα τῶν πλημμε λημάτων. Οὐ γὰρ πᾶσα ἁμαρτία πρὸς θάνατον (cod. b. αδδιτ κατὰ τὴν ἁγίου φωνήν).

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.