Psalm ΛΒʹ rem mid
Rem mid: Psalm ΛΒʹ; lemma continues; spiritual reading with the letter.
Greek
τῷ σώματι, γῆ μὲν λέγεται τὸ ἐκ τῆς γῆς πεπλασμένον· κατοικῶν δὲ τὴν οἰκουμένην, ἡ τὴν ἐν σώματι διαγωγὴν λαχοῦσα ψυχή. Καταλλή λως οὖν τῇ μὲν γῇ, ἤγουν τῷ πλάσματι ἡμῶν τῷ ἀπὸ τῆς γῆς, τὸ ἐγενήθη ἀποδέδοται· ἐπὶ δὲ τῆς κατ' εἰκόνα Θεοῦ κτισθείσης ψυχῆς, τὸ ἐκτίσθη. Ἐπειδὴ δὲ ἡ κτίσις ἐπὶ τῆς μετακοσμήσεως καὶ βελτιώσεως πολλάκις λαμβάνεται, ὡς τὸ, "Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις·" καὶ τὸ, "Ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον·" τάχα τὸ μὲν ἐγενήθη ἐπὶ τῆς πρώτης τοῦ ἀνθρώπου οὐσιώσεως λέγεται, τὸ δὲ ἐκτίσθη ἐπὶ τῆς δευτέρας διὰ τῆς χάριτος τοῦ Χριστοῦ ἀναγεννήσεως. Ὅσον δὲ λόγου ψιλοῦ ἐντολὴ Θεοῦ διαφέρει, τοσοῦτον κτίσεως πρὸς γένεσίν ἐστι τὸ διάφορον. Ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει. (A f. 181 b) Ἀναπηδᾷ τοίνυν ἐνταῦθα εἰς ἔννοιαν τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς, καὶ οἷα κατώρθωται δι' αὐτῆς περιαθρεῖ. Ὁ μὲν γὰρ νομι σθεὶς εἶναι Θεὸς τοῦ αἰῶνος τούτου, καὶ τὰ τῶν δαι 69.877 μονίων ἔθνη, πικρὰ καθ' ἡμῶν ἐσκέπτοντο· πλείστη γὰρ ἦν ἡ τοῦ θανάτου πάγη πανταχοῦ, καὶ οἱ τῆς ἁμαρτίας βρόχοι διεῤῥιμμένοι. "Ἐν ὁδῷ γὰρ, φησὶ, ταύτῃ ᾗ ἐπορευόμην ἔκρυψαν παγίδα μοι·" καὶ οὐκ ἦν διαφυγεῖν τῆς ἐκείνων σκαιότητος τὰ ἐπιτηδεύ ματα. Προσεκύνουν μὲν γὰρ οἱ ἄνθρωποι αὐτοῖς τε τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ μὴν καὶ ξύλοις, καὶ λίθοις, 53 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. καὶ τοῖς τοῦ κόσμου στοιχείοις· καὶ οὐκ ἦν ἐν αὐτοῖς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἐν ταῖς οὕτω δειναῖς ἀῤῥωστίαις πεπιεσμένων ἁπάντων, καὶ ἰσχύοντος οὐδενὸς τῆς ἐκείνων πλεονεξίας ἀπο λῦσαι τὸν αὐχένα· ἤθελον γὰρ ἡμῶν κατάρχειν αὐ τοί. ∆ιεσκέδασε δὲ αὐτῶν τὰς βουλὰς τῶν ἀρχόντων· ἐξείλετο γὰρ καὶ σέσωκεν, αἰχμαλώτους ὄντας ἐλυ τρώσατο, καὶ τυραννικῶν ἀπαλλάξας βρόχων, τοῖς ἰδίοις ἐγκατέδησε ζυγοῖς. Ἀνεκεφαλαιώσατο γὰρ ἐν Χριστῷ τὰ πάντα, καὶ τῆς κατὰ πάντων ἀρχῆς ἀπ εσόβησε τὸν Σατανᾶν. Καὶ οὐ μέχρι τινὸς, ἤτοι χρόνων μεμετρημένων, ἐν τούτοις ἐσόμεθα, ἀλλ' εἰς αἰῶνας παρατείνει μακρούς τε καὶ ἀπεράντους ἡ παρ' αὐτοῦ χάρις. "Ἃ γὰρ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, φησὶ, τίς διασκεδάσει;" Οὐκοῦν "ἡ βουλὴ τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα, καὶ οἱ λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν." Οὐ γὰρ ὑφ' ἑτέρῳ πάλιν ἐσόμεθα, ἀλλ' αὐτὸς καὶ μόνος ἡμῶν κατάρξει Χριστός· βασιλεύσει γὰρ εἰς τοὺς αἰῶνας· καὶ, ὡς ὁ Ψάλλων φη σὶν, "Αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς αἰῶνας." Μακάριον τὸ ἔθνος οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ. (G f. 68 b) Μακάριος ὁ λαὸς, ὁ μηδένα μὲν τῶν ψευδωνύμων θεῶν εἰδὼς ἢ ὀνομάζων ἔτι, Κύριον δὲ καὶ Θεὸν ἐπιγραψάμενος τὸν φύσει καὶ ἀληθῶς, καὶ αὐτῷ τὴν οἰκείαν καταζεύξας ψυχήν· οὕτω τε ἐξει λεγμένος, ὥστε καὶ κλῆρον γενέσθαι καὶ μερίδα Θεοῦ Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος. (B f, 102, C f. 68 b) Τοῦτο, οἶμαι, ἔστιν τὸ καὶ ἑτέρωθί που δι' ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον, ὡς πρὸς ἡμᾶς τοὺς ἐν Χριστῷ κεκλημένους εἰς δι καίωσιν, "καὶ ἐπισκέψαι ἡμᾶς ἀνατολὴ ἐξ ὕψους." Ἀκούω δὲ πάλιν καὶ τοῦ θεσπεσίου ∆αβὶδ ψάλλοντός τε καὶ λέγοντος πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· Ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου. Σωτήριον δὲ τοῦ Θεοῦ καὶ Πατρὸς ὠνόμασταί τε καὶ ἔστιν ἀληθῶς ὁ Υἱός. Ἀλλ' ἔπεμψεν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ ἐξ οὐρανοῦ καθάπερ τι φῶς καὶ λαμπάδα τὴν δικαιοσύνην καὶ τὸ σωτήριον ἑαυτοῦ, τουτέστιν τὸν Υἱόν· δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ τὸ θεῖόν τε καὶ νοητὸν τεθεάμεθα φῶς. Οὐκοῦν ἡ ἐνανθρώπησις τοῦ Λόγου νοοῖτ' ἂν εἰκότως ἐπίσκεψις εἶναι τοῦ Θεοῦ καὶ Πατρὸς, ἤγουν ἐπίβλεψις ἐνθάδε λεγομένη. [Ἐπιτήρει δὲ ὅτι γενέσθαι δεῖ, φησὶ, τὴν ἐπίβλεψιν τὴν ἐξ οὐρανῶν οὐκ ἐπὶ μόνον τὸν Ἰσραὴλ, καθὰ καὶ πάλαι μεσιτεύοντος τοῦ πανσόφου Μωϋσέως, ἀλλ' ἐπὶ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοὺς κατοι κοῦντας τὴν οἰκουμένην. Κέκληται γὰρ εἰς σωτηρίαν διά γε τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ τῶν ἐθνῶν ἡ πληθὺς, ἡ κατὰ πᾶσαν οὖσα τὴν γῆν· γενικωτάτη 69.880 γὰρ, καὶ κατὰ παντὸς ἔθνους τε καὶ γένους ἀνθρώ πων, ἡ διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ κε χώρηκε χάρις.] Ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. (B f. 102) Ἕτοιμον δὲ κατοικητήριον ἡ θεία Γραφὴ τὸν οὐρανὸν εἴωθεν ὀνομάζειν, ἤτοι τοὺς ἐν τῷ οὐρανῷ κατοικοῦντας ἁγίους ἀγγέλους· διά τοι, καθάπερ ἐγᾦμαι, τὸ μὴ πόνῳ καθαίρεσθαι τὰς ἄνω δυνάμεις, καθάπερ ἡμεῖς, εἶναι δὲ μᾶλλον ἁγίας, ὥστε αὐταῖς καὶ ἐπαναπαύεσθαι τὸν Θεόν. Γεγόναμεν γὰρ καὶ ἡμεῖς κατοικητήριον τοῦ Θεοῦ· ναοὶ γοῦν αὐτοῦ χρηματίζομεν, πλὴν οὐχ ἑτοίμως πρὸς τοῦτον ἐρχό μεθα, ἀλλ' ἢ χάριτι καὶ δωρεᾷ Θεοῦ δικαιούμενοι· ἤγουν πόνῳ καὶ ἱδρῶτι τὸν οἰκεῖον διασμήχοντες νοῦν· ὥστε καὶ ἁγίους γεγονότας, ἔναυλον ἔχειν τὸν πάναγνόν τε καὶ ἄγιον ἀληθῶς. (B f. 102 b) Ἐπιτήρει δὲ, ὅτι γενέσθαι φησὶ τὴν ἐπίβλεψιν ἐξ οὐρανοῦ οὐκ ἐπὶ μόνον τὸν Ἰσραὴλ, καθ' ἃ καὶ πάλαι μεσιτεύοντος τοῦ πανσόφου Μωσέως, ἀλλ' ἐπὶ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων τοὺς κατ οικοῦντας τὴν οἰκουμένην. Κέκληται γὰρ εἰς σωτη ρίαν διά γε τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ τῶν ἐθνῶν ἡ πληθὺς, ἡ κατὰ πᾶσαν οὖσα τὴν γῆν. Γενι κωτάτη γὰρ, καὶ κατὰ παντὸς ἔθνους τε καὶ γένους ἀνθρώπων, ἡ διὰ τοῦ πάντων ἠμῶν Σωτῆρος Χριστοῦ κεχώρηκε χάρις. Ὁ
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.