Psalm ΛΒʹ rem close
Rem CLOSEOUT: Psalm ΛΒʹ CLOSEOUT.
Greek
πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συν ιεὶς πάντα τὰ ἔργα αὐτῶν. (B f. 102 b, C f. 68 b) Θεὸς οὖν ἄρα κατὰ ἀλή θειαν ὁ Υἱὸς, ὁ καὶ τὰς καρδίας ἡμῶν εἰδὼς, ὁ πλά σας αὐτὰς κατὰ μόνας· καὶ πάντα τὰ ἔργα συνιεὶς τῶν ἐπὶ τῆς γῆς, οὐ μαρτυροῦντός 54 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τινος, ἤγουν ἀπαγ γέλλοντος, ἀλλ' ὡς ἐπόπτης διανοιῶν, καὶ εἰς καρδίας ὁρῶν, καὶ γινώσκων τὰ ἐγκεκρυμμένα. Τὸ γὰρ φῶς μετ' αὐτοῦ ἐστιν, καθάπερ γέγραπται, μᾶλλον δὲ αὐτός ἐστιν τὸ φῶς. [Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν. "Οὐ σώζεται, φησὶ, βασιλεὺς διὰ πολλὴν δύναμιν," τουτέστι, διὰ πολυχειρίαν τῶν ὑπ' αὐτῷ δορυφόρων. Ἀλλ' οὐδ' ἂν εἴ τις εἴη γίγας ἰσχυρὸς, δῆλον ὅτι καὶ μέγα πεφρονηκὼς ἐπ' εὐσθενείᾳ πολλῇ, καὶ ῥώμῃ σώματος, οὐδ' ἂν οὕτω σωθείη, καὶ κρείττων ἔσται χειρὸς τῆς τῶν μαχομένων αὐτῷ, μὴ οὐχὶ Θεοῦ κα τανεύοντος τὸ νικᾷν.] Ψευδὴς ἵππος εἰς σωτηρίαν. (B f. 103 b) Ἔσται δὲ ψευδὴς εἰς σωτηρίαν ἵππος, τουτέστιν ἱππικὴ παράταξις. Σφάλλεται γὰρ ἔσθ' ὄτε τῆς ἐλπίδος ὁ ἐπ' αὐτῇ πεποιθὼς, καὶ προέσεσθαι προσδοκῶν, ὑπὸ χεῖρα πέπτωκεν ἐχθρῶν. Ἐν γὰρ τῷ πλήθει τῆς δυνάμεως αὐτοῦ σωθήσεται τίς· οὐ σωθήσεται ὁ βασιλεὺς, ἤγουν ἡ παράταξις, ὡς ἔφην, ἡ ἱππική. Ἐφαρμόσεις γὰρ εὐτέχνως, ὅπερ ἂν ἕλοιο τῶν ὠνομασμένων, τοῦ στίχου τὴν δύναμιν. Θεὸς οὖν ἄρα ἐστὶν ὁ τῶν δυνάμεων Κύριος, καὶ παρ' αὐ τοῦ τὸ νικᾷν ἐστιν· ἐκρύεται δὲ καὶ ἀνασώζει ῥᾳδίως 69.881 τοὺς ἐπ' αὐτῷ πεποιθότας· οἷς καὶ δι' ἑνὸς τῶν ἁγίων προφητῶν ὧδέ πή φησι· "Καὶ ἔσται ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐ τοῦ." Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν. (B f. 103 b. C f. 6) Ἀποδείκνυσιν ὅτι κήδεται Θεὸς τῶν τὴν πρὸς αὐτὸν οἰκειότητα πεπλουτηκότων, πνευματικὴν δηλονότι· καὶ μὴν ὅτι τὴν ἐξ ἀγάπης αὐτοῖς ἐποπτείαν ἐπιδιδοὺς, παντὸς ἐπέκεινα τίθησι κακοῦ. "Ἰδοὺ" γὰρ, φησὶν, τόδε· Ἰδοὺ λέγων, μονονουχὶ καταδείκνυσιν ἀληθὲς ὂν τὸ χρῆμα, καὶ διὰ πείρας αὐτῆς ἐγνωσμένον. "Οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν." Εἶτα τί τοῦτο τὸ ἰσο στατοῦν εἰς εὐημερίαν; Ἢ πῶς οὐκ ἁπάσης ἂν εἶεν ἔμπλεῳ θυμηδίας, οἷς ἂν ὑπάρχοι τὸ ἐποπτεύεσθαι παρὰ Θεοῦ; Καὶ γοῦν τὸ μὴ τούτου τυχεῖν δεδίασιν ἀναγκαίως οἱ τῆς εἰς αὐτὸν ἀγάπης ἀπηρτημένοι· οἳ καὶ τεθαρσήκασιν οὐκ ἐφ' ἑαυτοῖς μᾶλλον, ἀλλ' ἐπὶ τῶ κατοικτείροντι Θεῷ, ἐλπίδα τιθέντες τὸ ἔλεος αὐτοῦ. Ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν. (B f. 103 b, C f. 69) Ἐφορᾷ γὰρ, φησὶν, ὥστε καὶ ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ οὐ πάν τως σαρκικοῦ, νοητοῦ δὲ μᾶλλον. Ψυχῆς δὲ θάνατον εἶναί φαμεν, τὸ ἁλῶναι βρόχοις διαβολικοῖς, καὶ τοῖς τῆς ἁμαρτίας τέλμασιν περιπεσεῖν· καὶ πρός γε δὴ τούτοις, τὸ ἀσθενεῖν ἐν πειρασμοῖς, καὶ ὀκλάζειν ἐν δοκιμασίαις. Σκοπὸς οὖν ἄρα τῷ ἐπόπτῃ τῶν ἁγίων θεῷ, καὶ ἐκ θανάτου ῥύσασθαι τὰς τῶν φοβουμένων αὐτὸν ψυχὰς, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. Καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. (B f. 104, C f. 69) Ἐμπίπλησι γὰρ αὐτὰς νοητῶς τε καὶ ἱερῶς, ἄρτον αὐταῖς ἐπιδιδοὺς τὸν ἐξ οὐρανοῦ, τουτέστιν τὸ ζωοποιὸν ἀληθῶς καὶ σωτήριον μάθημα, καὶ παράκλησιν τὴν διὰ τοῦ ἁγίου Πνεύματος, δι' ἧς πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν νευρούμεθα. Οὐ γὰρ λιμοκτονήσῃ Κύριος ψυχὴν δικαίαν. Ἔφη γοῦν, τὴν πνευματικὴν ἡμῖν ἁπλώσας τράπεζαν· "Φάγετε, καὶ πίετε, καὶ μεθύσθητε, οἱ πλησίον." Ἡ δὲ ψυχή μου ὑπομένει τῷ Κυρίῳ. (B f. 104) Τὸ ὑπομένειν τῷ Κυρίῳ, οὐδὲν ἕτερον εἶναί φαμεν, πλὴν ὅτι τὸ ἑλέσθαι τληπαθεῖν ὑπέρ γε τῆς εἰς αὐτὸν ἀγάπης, καὶ ὀνησιφόροις ἱδρῶσιν ὁμι λεῖν, ἵνα τὸ αὐτῷ δοκοῦν κατορθώσειαν. Ὑπομονῆς γὰρ ἔχετε χρείαν, φησὶν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. Ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν. (B f. 104) Ἆρ' οὖν ταῖς ἰδίαις δυνάμεσιν ψιλαῖς τε καὶ μόναις ἐπιθαῤῥήσαντες τὰ τοιάδε φασὶν, καὶ μέγα φρονοῦσιν ἐφ' ἑαυτοῖς; Οὐ μὲν οὖν· ἴσασι δὲ μᾶλλον ὅτι συνασπίζει Θεὸς, καὶ ὅτι συμπαραστάτην ἔχουσιν αὐτὸν ἐνισχύοντά τε καὶ σώζοντα. Τοιγάρτοι καὶ προσεπάγουσιν· "Ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν. Οὐκοῦν ὑπομενοῦμεν διὰ τοῦτο, φασὶν, καὶ διὰ πάσης καρτερίας δοκιμωτάτους ἑαυτοὺς πα 69.884 ραστήσομεν, καὶ τὸν τῆς γνησιότητος ἀναδησόμεθα στέφανον, ὡς ἐπίκουρον καὶ προασπιστὴν ἔχοντες αὐτόν. Γένοιτο τὸ ἔλεός σου, Κύριε, ἐφ' ἡμᾶς. (C f. 69) Ἀκολουθείτω τὸ σὸν ἔλεος, ἤγουν ὑπαρ ξάτω 55 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τοῖς ἐλπίζουσιν ἐπὶ σέ. Γνησιότητος δὲ τοῦτο σημεῖον γένοιτο καὶ μάλα σαφές. Ὡς γὰρ ἐν αὐτῷ προσοικειωθέντες, καὶ ἐπ' αὐτῷ χαίροντες μόνῳ, καὶ τὰς ἐλπίδας ἔχοντες ἐπ' αὐτῷ, ζητοῦσι τὸ κατοικτεί ρεσθαι.
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.