Exposition on the Psalms · §ps014-open

Expositio in Psalmos Psalm Ι∆ʹ opening

Psalm Ι∆ʹ.

Lemma-led open on ΨΑΛΜΟΣ Ι∆ʹ. — ΨΑΛΜΟΣ Ι∆ʹ. Τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου; Ὄρος ἅγιόν ἐστιν ἡ βασιλεία τοῦ μέλ λοντος αἰῶνος· ὄρος,

Greek

ΨΑΛΜΟΣ Ι∆ʹ. Τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου; (C f. 25.) Ὄρος ἅγιόν ἐστιν ἡ βασιλεία τοῦ μέλ λοντος αἰῶνος· ὄρος, διὰ τὸ ὑψηλὸν καὶ ὑπερκείμε νον· ἅγιον, ἐπειδὴ ἐν αὐτῷ οὐ κατοικεῖ βέβηλος. Ὁ τοίνυν παροικῶν ἐν τῷ βίῳ τούτῳ, καὶ τῇ νῦν πολι τείᾳ ὡς σκιᾷ καὶ χόρτῳ κατὰ πάροδον χρώμενος, οὗτος κατασκηνοῦν, τουτέστι κατοικεῖν, ἐν τῇ μελ λούσῃ βασιλείᾳ δυνήσεται. Τίς δὲ ὁ τοιοῦτος, καὶ πῶς πολιτευόμενος, ἔχει τοῦ ψαλμοῦ τὰ ἐπαγό μενα. Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ. (B f. 50) Ἔχει τι τὸ ἀσαφὲς ὁ λόγος· ἄδηλον γὰρ πότερόν ποτε παρὰ τῶν ἔγγιστά τισιν οὐκ ἔλαβεν ὀνειδισμὸν, ἤγουν αὐτὸς κατ' ἐκείνων τὸν ὀνειδισμόν; Καὶ οἶμαι δὲ ἔγω γε τοῖς δικαιοσύνης ἐπιμεληταῖς ἐπεῖναι πρέπειν κατ' αὐτὸν ἀμφότερα. Καρπὸς γὰρ εἰς λῆξιν τῆς ἐπιεικείας τὸ σεπτὸν οὕτω ποιεῖσθαι τοῦ βίου ἀγωγὴν, ὥστε μὴ παρ' ἑτέρων ὀνειδίζεσθαι τυχὸν ἐπὶ τῇ τῶν καλλίστων ῥᾳστώνῃ, μήτε μὴν αὐ τὸν κατονειδίζειν ἑτέροις, κἂν εἴ πού τι διαπέσειάν τε καὶ διαπταίσειαν· νοσεῖ γὰρ ἀνθρώπου φύσις, καὶ πίπτει ῥᾳδίως εἰς τὸ πλημμελές. (B f. 50.) Ἡ ἐξουδένωσις οὐκ ἐξ ὑπερόπτου φρο νήματος, ἀλλ' ἐκ μισοκάκου μᾶλλον καὶ βδελυττομέ νου τὰ πονηρά.

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.