Exposition on the Psalms · §ps013-rem-close

Psalm ΙΓʹ rem close

Rem CLOSEOUT: Psalm ΙΓʹ CLOSEOUT.

Greek

φόβος ἁγνός ἐστιν, ὡς υἱοὺς γὰρ φοβεῖσθαι Πατέρα παρ εσκεύασε. Μετὰ τὸν καιρὸν τοίνυν ἐκεῖνον, καθ' ὃν δηλονότι ἡ ἐπιφάνεια· φόβον φοβηθήσονται οὗ οὐκ ἔστι φόβος, ἐκ νομικῆς δηλονότι ἀπειλῆς, ἀλλ' ἡ πρέ πουσα μᾶλλον ἐλευθέροις εὐλάβεια. 69.805 Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; (A f. 84.) Ὅρα πῶς διψῇ τὸν Κύριον, καὶ οἶον μέλλοντος οὐκ ἀνέχεται, καθ' ὃν ἐπιλάμψειν ἔμελλε καιρὸν τὸ σωτήριον τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστι Χριστός. Φησὶ δὲ αὐτὸν σωτήριον τοῦ Ἰσραὴλ, διὰ τὸ ἀφικέσθαι τάχα πρωτοτύπως ἕνεκα τοῦ Ἱσραήλ. Ἔφη γάρ· "Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ." Ἢ καθ' ἕτερον τρόπον· ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος, Ἰουδαίων ἦσαν αἱ ἐπαγγελίαι, αἱ νομοθεσίαι, καὶ ἡ διαθήκη, καὶ οἱ πατέρες ἐξ ὧν γεγένηται τὸ κατὰ σάρκα Χριστός. ∆ιψῶ οὖν τὴν παρουσίαν αὐτοῦ, ὁ προφήτης φησί. Τίς μοι δώσει ἰδεῖν τὸν Σωτῆρα ἢ ἐκ τῆς ἄνω Σιὼν καὶ τοῦ οὐρανοῦ ἐπιδημήσαντα, ἢ ἐκ τῆς κάτω Σιὼν διὰ τῆς κατὰ σάρκα γεννήσεως προερχό μενον;

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.