Exposition on the Psalms · §ps010-open

Expositio in Psalmos Psalm Ιʹ opening

Psalm Ιʹ.

Lemma-led open on ΨΑΛΜΟΣ Ιʹ. — Μεταναστεύου ἐπὶ τὰ ὄρη.

Greek

ΨΑΛΜΟΣ Ιʹ. Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου; κ.τ.λ. (A f. 73 b, B f. 42, C f. 21.) Ὁ μὲν οὖν σκοπὸς τοῦ Ψάλλοντος ἐναργής· πεποιθέναι γάρ φησιν ἐπὶ τῷ Κυρίῳ. Ὁ δὲ ἐπιφερόμενος στίχος διαφόρους ἡμῖν ἐννοίας εἰσκομίζει. Τίκτει γὰρ ὑπόνοιαν, ὅτι προσδιαλέγεταί τισι, καὶ οἷον ἐπιπλήττει λέγουσιν αὐτῷ· "Μεταναστεύου ἐπὶ τὰ ὄρη." ∆ιὰ τί γάρ μοι, φησὶν, ἐπὶ τῷ Θεῷ πεποιθότι, στρουθίῳ παρεικάζε σθαι συμβουλεύετε, καὶ ἐν ὄρεσιν ἀναπτῆναι τοῖς ὑψηλοτάτοις; Ἔδει τοίνυν, φησὶν, ἐπὶ τῷ Κυρίῳ με πεποιθότα, μὴ μᾶλλον ἀκούειν "Μεταναστεύου ἐπὶ τὰ ὄρη," ἀλλ' ἐπαινεῖσθαι τῆς γνώμης, καὶ ὡς τῶν ἀρίστων βουλευμάτων ἐπιδραξάμενον, εὖ μάλα κατα θαυμάζεσθαι. Μία μὲν οὖν αὕτη διάνοια· ἑτέρα δέ· Πειρασμοῦ γὰρ ἐπικειμένου καὶ πολέμου κινεῖσθαι μέλλοντος, ἢ νοητοῦ τυχὸν ἢ αἰσθητοῦ, πῶς ἡμᾶς χρὴ διακεῖσθαι, μετασχηματίσας ἐφ' ἑαυτῷ τὸν λό γον, πειρᾶται διδάσκειν, καί φησιν· "Ἐπὶ τῷ Κυ ρίῳ πέποιθα." Μέχρι τούτου στήσας τὸν λόγον, τοῖς εἰωθόσι παρακαλεῖν τοὺς ἐν περιστάσει, ἐπιφθέγγε ται· "Πῶς ἐρεῖτε τῇ ψυχῇ μου;" τουτέστι, Τίνα ἐστὶν ἄπερ ἂν εἰσηγησαμένους ὑμᾶς ἐπαινέσαι δικαίως, Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Ταῦτά μοι παρ' ὑμῶν λεγέσθω, φησί. Τοὺς γὰρ ἐπὶ τῷ Θεῷ πεποιθότας, νοητῶς ἀναπτῆναι προσήκει καὶ ἁγίοις ὄρεσιν ἐμφιλοχωρεῖν, τουτέστι τὰς τῶν ἁγίων ἐκεί νων κατασκέπτεσθαι πολιτείας, καὶ τοὺς τῆς εὐδο κιμήσεως περιεργάζεσθαι τρόπους, οὕτω τε κατ' ἴχνος ἰέναι τῆς ἐκείνων ἀγωγῆς. Ὄρη δὲ ἅγιά φα μεν εἶναι τοὺς ἁγίους προφήτας καὶ δικαίους. Εἴ τις οὖν ἀναπτὰς οἷάπερ στρουθίον τούτοις τοῖς νοητοῖς ὄρεσιν ἐνιζήσειεν, ὄψεται πάντως λαμπροὺς γεγονό τας, οὐ διὰ τὴν ἐνοῦσαν αὐτοῖς ἰσχὺν, ἀλλ' ὅτι πε ποιθότες ἦσαν ἐπὶ τῷ Κυρίῳ. Καὶ καθ' ἕτερον δὲ τρόπον τοὺς ἐπὶ τῷ Κυρίῳ πεποιθότας ὡς στρουθίον ἀνίπτασθαι δεῖ ἐπὶ τὰ ὄρη. Ὄρη δὲ εἶναί φαμεν τὰς ἀρετὰς, οὐδὲν ἐχούσας χαμαιριφές· ἐν οἷς ὄρεσι 24 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.