Psalm Θʹ rem close
Rem CLOSEOUT: Psalm Θʹ CLOSEOUT.
Greek
ἀνθρώπων, οὕτως ἂν νοηθεῖεν οἱ προκείμενοι λόγοι τῶν στίχων, ὅτι παντὸς φιλαμαρτήμονος, καὶ ἀσχέτως βλέποντος εἰς τὸ πλημμελὲς, καὶ ὁλοτρόπως ἐκνε νευκότος εἰς τὸ παροξύνειν Θεὸν, διὰ τὸ μὴ ἔχειν αὐτὸν ἐνώπιον αὐτοῦ, βεβηλοῦνται πάντως αἱ ὁδοὶ, τουτέστιν αἱ πράξεις, καὶ ἀκαθαρσίας εἰσὶ μεσταὶ, καὶ τῷ τῆς φαυλότητος βορβόρῳ καταμιαίνονται, καὶ οἶον βλέπουσι πρὸς ἀναίρεσιν τῶν τοῦ Θεοῦ κρι μάτων, ἤτοι νόμων. Πᾶσα γὰρ ἁμαρτία μάχεται τῷ σκοπῷ τῶν ἱερῶν θεσπισμάτων, καὶ τό γε ἧκον εἰς αὐτὴν, ὁ τῆς ἀρετῆς βραβευτὴς ἀναιρεῖται νόμος, καὶ ἀνατέτραπται θέλημα τὸ ∆εσποτικόν. Ἐπὶ δὲ τοῦ Σατανᾶ λεγόμενα ταῦτα, πολὺ τὸ εἰκὸς ἔχει· ἀεὶ γὰρ ἀκάθαρτοι αἱ ὁδοὶ αὐτοῦ, καὶ τοῖς τοῦ Θεοῦ νόμοις 21 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἀντανίστανται. Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ. [Παντὸς ἀνθρώπου φιλαμαρτήμονος, καὶ ἀσχέτως βλέποντος εἰς τὸ πλημμελὲς, καὶ ὁλοτρόπως ἐκνε νευκότος εἰς τὸ παροξύνειν Θεὸν, διὰ τοῦ μὴ ἔχειν αὐτὸν ἐνώπιον αὐτοῦ, βεβηλοῦνται πάντως αἱ ὁδοὶ, τουτέστιν αἱ πράξεις, καὶ ἀκαθαρσίας εἰσὶν μεσταὶ, καὶ τῷ τῆς φαυλότητος βορβόρῳ καταμιαίνονται, καὶ οἷον βλέπουσι πρὸς ἀναίρεσιν τῶν τοῦ Θεοῦ κριμάτων, ἤτοι νόμων. Πᾶσα γὰρ ἁμαρτία μάχεται τῷ σκοπῷ τῶν ἱερῶν θεσπισμάτων] Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει. (C f. 1.) Οὐ πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυ ριεύσει ὁ Σατανᾶς. Πάντες δὲ οἱ δίκαιοι ἐχθροὶ αὐτοῦ ὄντες, πάντων ἆρα τούτων κατακυριεύσει; Οὐκ ἐν παντὶ δηλονότι κατακυριεύσει πράγματι, ἀλλ' ἔν τινι· μόνος γὰρ ὁ Χριστὸς "ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ." Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου. (A f. 71.) Καὶ τοῦ διαβόλου δὲ τὸ στόμα πικρίας καὶ δόλου πεπλήρωται· καὶ μὴν καὶ ἐνεδρεύει πτω χοὺς πρὸς τὸ ἀποκτεῖναι διὰ τῶν οἰκείων παγίδων. Τὸ δὲ "μετὰ πλουσίων," τί ἂν ἔτερον νοηθείη, ἢ τῶν πλουτούντων ἐν κακοῖς; Οὗτοι γὰρ δὴ τῷ διαβόλῳ κατὰ τῶν πτωχῶν τῷ πνεύματι συμπράττουσι. Νοή σεις δὲ ταῦτα καὶ ἐπὶ τῶν αἱρετικῶν. Ὥσπερ γὰρ οἱ δεινοὶ καὶ πικροὶ τῶν ὄφεων ἐν τοῖς δήγμασιν ὅλην ἔχουσι τὴν ἰσχὺν, οὕτως καὶ οὗτοι· μεστοὶ γάρ εἰσι ῥημάτων πικρῶν καὶ ἐπαράτων ἐννοιῶν καὶ ἀπάτης καὶ δόλου, καὶ πόνον ὑπὸ τὴν γλῶτταν ἔχουσι. Συν 69.784 τρίβουσι γὰρ αἱ τῶν ἀνοσίων φωναὶ τὰς τῶν ἁπλου στέρων καρδίας, διὰ δόλου καὶ ἀπάτης, ἀποφέρουσαι πλειστάκις ἐφ' ἃ μὴ θέμις. Ἐπάρατον δὲ μάλιστα τοῦ Σατανᾶ τὸ δολερὸν καὶ ἀπατηλόν· ἀποφέρει γὰρ οὕτως εἰς τὸ πλημμελὲς, ψιθυρίζων ὁ πονηρὸς εἰς νοῦν καὶ καρδίαν, καὶ συναγορεύων ἀεὶ τῷ κακῷ, καὶ τὸ πικρὸν γλυκὺ λέγων αὐτός τε καὶ οἱ μιμηταὶ τῆς αὐτοῦ σκαιότητος· ἔργον γὰρ αὐτοῖς τὸ ὑποσκε λίζειν ἀγαθοὺς καὶ ἀποκτείνειν ἀθώους· ἐνεδρεύον τας ἐν ἀποκρύφοις, τουτέστι κρύπτοντας τὴν πονηρίαν, καὶ οἷς ἂν δύνωνται τρόποις κατασκιάζον τας τὸ κακόν. Οἱ γὰρ ἀπατῶντες τοὺς ὀρθοποδοῦντας, ὑποπλάττονται πολλάκις εἶναι χρηστοί· εἶτα κολλώ μενοι ἐπιπλέκουσι τὸν τῆς ἀπάτης ἰὸν, καὶ κατὰ βραχὺ παρακλέπτουσι τῶν ἀκεραίων τὸν νοῦν, ἀπο φέροντες αὐτοὺς εἰς τὰ οἰκεῖα. Πλὴν τοῦτο δρῶσιν, οὐ κατὰ πάντων ἀδιακρίτως, κατ' ἐκείνων δὲ μᾶλλον οἷς πτωχός ἐστι νοῦς, τὸν ἐκ φρονήσεως δηλονότι πλοῦτον οὐκ ἔχων. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, "Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι." Ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ. (C f. 1 b.) Τὸν γὰρ ἐν ἀρετῇ ζῶντα κἂν ἑλκύσῃ αὐτὸν πρὸς μικρὸν, ὅμως εἰς τέλος νήψαντος καὶ ἀποστάντος οὐ περιγίνεται· τὸν δὲ πτωχὸν τῇ ἀρετῇ καὶ ἀσύνετον ὅταν ἑλκῦσαι φθάσῃ, εἰς τὸ σπήλαιον τῆς κακίας λαβὼν μασᾶται, καθάπερ λέων ἐν ἀποκρύφῳ πρόβατον. (A f. 71 b, B f. 3 b.) Τί δὲ βούλεται τὸ ἐνεδρεύει ὡς λέων; Φασὶν γὰρ ἐν τοῖς ὄρεσι τὸν λέοντα ἐν ταῖς οἰκείαις μάνδραις ἠρεμεῖν, καὶ οἷον κατακρύπτεσθαι, μὴ ἄρα πως τῇ θέᾳ καταπτοήσῃ τι τῶν ἑτέρων ζώων, ἃ δὴ ποιεῖται τροφήν· ἐπ' ἂν δὲ ἴδῃ τὸ γεγονὸς ἐγγὺς, ἀναπηδήσας εὐθὺς καταβρυχᾶται μέγα, καὶ κατα βροντήσας ἀφορήτως ἐπιπηδᾷ, καὶ ἁρπάζει τὸ πα ρατυχὸν, προαπονευρώσας τοῖς δείμασι. "Λέων γὰρ ἐρεύξεται, φησὶ, καὶ τίς οὐ φοβηθήσεται; Λέοντι τοίνυν παραπλησίως ὁ Σατανᾶς ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν· δέδιε γὰρ τοῦ πλουτοῦντος κατ' ἀρετὴν τὴν ἀντίστασιν· τοὺς δὲ ἐν ἐνδείᾳ φρενῶν καὶ πνευματικῆς ἰσχύος, ἑτοιμότατα λαβὼν, γλυκὺ ποιεῖται τὸ θήραμα. Πλεῖσται δὲ λίαν αἱ τοῦ διαβόλου παγίδες, καὶ πρός γε τῶν ἄλλων, τὸ μὴ εἰδέναι τὸν φύσει Θεόν. Τὸ δὲ "Κύψει καὶ πεσεῖται," διχῆ νοη τέον. Ἤτοι γὰρ ἐν τῷ κατακυριεῦσαι τὸν ἀσεβῆ τῶν πενήτων, πᾶς ὁ τοῦτο πεπονθὼς, ὑπὸ τὴν ἐκείνου χεῖρα καὶ τυραννίδα γεγονὼς, κύψει καὶ πεσεῖται· τουτέστι ταπεινωθήσεται, καὶ οἷον ἐν γῇ κείσεται, τοῖς ἐν πολέμῳ τεθνεῶσι προσεοικώς. Ἢ αὐτὸς ὁ ἀσεβὴς ἐπειδὰν κυριεύσῃ τῶν πτωχῶν, τουτέστι τῶν ἀσθενῶν, πεσεῖται· ὥσπερ οὖν καὶ ὁ Σατανᾶς, ὅτε κεκυρίευκε τῶν πενήτων, τότε 22 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τεταπείνωται. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Ἐπιλέλησται ὁ Θεός. (L f. 72.) Ὠήθη δὲ καὶ ὁ Σατανᾶς ὅτι κατακυριεύ σει τῶν πενήτων, οὐκ ἐφορῶντος ἔτι τοῦ Θεοῦ τὴν γῆν, ἀλλ' ἅπαν ἀποστρεφομένου, καὶ μὴ κηδομένου τοὺς ἐν αὐτῇ. 69.785 Ὑψωθήτω ἡ χείρ σου. (A f. 72, B f. 40·) Καταπαιέτω ἡ χείρ σου, φησὶ, καὶ ὑψούσθω λοιπὸν, ἐπιφέρουσα τοῖς πλημμελοῦσι τὴν μάστιγα, κατά γε τὸ εἰρημένον διὰ τῆς Ἡσαΐου φωνῆς· "Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή·" αἴρεται γὰρ ἀεί πως ὑψοῦ τῶν παιόντων ἡ χείρ. Εἰ γὰρ οὕτως συνήσεις τὸν στίχον, ἤγουν καὶ ἑτέρως δὲ χείρ ἐστι Θεοῦ, ἡ πάντα ἰσχύουσα αὐτοῦ, ζῶσά τε καὶ ἐνυπόστατος δύναμις, τουτέστιν ὁ Υἱὸς, ὃς ὑψωθεὶς ὑπὲρ ἡμῶν, καὶ τὸν τίμιον ὑπομείνας σταυρὸν, ἐδοξάσθη. Κατ ήργηκε γὰρ οὕτω τοῦ θανάτου τὸ κράτος, καὶ ἀνεκό μισεν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν ἐκ φθορᾶς τὴν ἀνθρώπου φύσιν· καὶ γὰρ δι' Υἱοῦ τὰ πάντα κατερ γάζεται. Οὕτω γάρ πού φησιν ὁ Θεὸς καὶ Πατήρ· Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. Ἔνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν; (A f. 72, B f. 40 b.) Ὁ μὲν οὖν παράνομος ταῦτά φησιν, ὁ ἁρπάζων, ὁ πλεονεκτῶν, ὁ μὴ διδοὺς δίκην· ὁ δὲ προφήτης, ἀναιρῶν αὐτοῦ τὰ δόγματα, τὸν περὶ μακροθυμίας ἐξαπλοῖ λόγον. Ἐκεῖνος μὲν γάρ φησιν, ὅτι ἀπέστρεψεν ὁ Θεὸς τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν· ὁ δὲ ∆αβὶδ ἀπεναντίας λέγει, ὅτι καὶ βλέ πεις καὶ κατανοεῖς καὶ τὸν κόπον τῶν ἀδικουμένων καὶ τὸν θυμὸν τῶν ἀδικούντων αὐτούς· μακροθυμεῖς δὲ ἕως ἂν αὐτοὶ ἐμπέσωσιν εἰς χεῖράς σου. Οὐχ ἕτε ροι δὲ ἡμᾶς εἰς χεῖρας Θεοῦ πέμπουσιν, ἀλλ' ἕκα στος ὑπὸ τῶν ἰδίων πλημμελημάτων μονονουχὶ καὶ προσάγεται. Τὸ μέν τοι ἕνεκεν τίνος, οὐκ ἐνδοιά ζοντός ἐστιν, οὐδὲ ἀγνοοῦντος τὴν αἰτίαν δι' ἣν ἐθάῤ ῥησεν ὁ ἀσεβὴς παροξύναι τὸν Θεὸν, ἐξηγουμένου δὲ μᾶλλον αὐτήν. Ὡς ἐν ἐρωτήσει καὶ ὑποστιγμῇ οὖν τὸν πρῶτον στίχον ἀναγνωστέον, ὡς ἀπόδοσιν αἰτίας τὸν δεύτερον ποιησώμεθα. Ἀλλ' ὁ μὲν ἀσεβὴς ᾠήθη καθ' ἑαυτὸν μὴ ἐκζητεῖν τὸν Θεὸν, μήτε μὴν ἐφορᾷν τὰ ἀνθρώπινα. Ὅτι δὲ τῆς ἀληθείας ἐσφάλ λετο, καὶ τοῦ εἰδέναι τὴν ἐνοῦσαν ἡμερότητα τῷ Θεῷ καὶ φιλανθρωπίαν ἀπεκομίσθη μακρὰν, αὐτὰ δι' ἑαυτῶν βοήσει τὰ πράγματα. Κατημέλησε γὰρ τῶν τῇδε ὁ Θεὸς οὐδαμῶς, ἀλλ' ἔπεμψεν ἐξ οὐρανῶν τὸν Υἱὸν αὐτοῦ ζητῆσαι τὸ ἀπολωλὸς, ἐπιστρέψοντα τὸν πεπλανημένον, ἀναῤῥωννύντα τὸ ἀσθενὲς, ἀπαλλάσ σοντα τοῦ νοσεῖν τὸν συντετριμμένον. Σοὶ ἐγκαταλέλειπται ὁ πτωχός. (A f. 72 b, B f. 40 b.) Τὸν ἀσθενῆ φησι καὶ τὸν ἀνεπικούρητον, τὴν παρὰ σοῦ μόνου ζητουμένους ἐπικουρίαν· δύναται γὰρ διασώζειν τοὺς πτωχούς τε καὶ ὀρφανούς. Αὐτοὶ δ' ἂν εἶεν καὶ μάλα εἰκότως οἱ οὔπω Θεὸν τὸν φύσει καὶ ἀληθῶς ἐπεγνωκότες· καὶ πτωχοὶ μὲν ὡς πλοῦτον οὐκ ἔχοντες τὸν ἐκ θείων τε καὶ ἱερῶν χαρισμάτων, ἤγουν τῶν ἐκ πολιτείας εὐαγοῦς καὶ ζωῆς τῆς κατὰ Χριστόν· ὀρφανοὶ δὲ ὡς οὔπω λαχόντες Πατέρα τὸν Θεόν. ∆έδωκε γὰρ ἐξου σίαν ὁ Υἱὸς τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ τέ 69.788 κνα Θεοῦ γενέσθαι· οἱ τοίνυν οὔπω πιστεύσαντες, οὔτε μὴν τὴν ἐξ ὕδατός τε καὶ Πνεύματος ἔχοντες ἀναγέννησιν, ὀρφανοὶ πάντως νοηθεῖεν. Ὀρφανῷ σὺ ἦσθα βοηθός. (Cf. 20.) Οὐκ εἶπε· Σὺ εἶ, ἀλλ', Ἦσθα. Πρότερον γὰρ πάντων παρανομούντων, σὺ μόνος βοηθὸς τῶν ὀρφα νῶν ἐτύγχανες· νῦν δὲ καὶ οἱ σοὶ, οἱ τοῦ νόμου τὰς ἐντολὰς φυλάσσοντες. Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ. (A f. 72 b, E f. 18.) Καὶ τοῦ Σατανᾶ δὲ τοσαύ τη γέγονεν ἡ ἁμαρτία, ὥστε διερευνηθεῖσαν παρὰ Θεοῦ, δίκης ἄξιον αὐτὸν τῆς ἐσχάτης ἀποφῆναι· τοι γάρτοι καὶ συνετρίβη καὶ ἠτόνησεν ὁ βραχίων αὐτοῦ, τουτέστιν ἡ καθ' ἡμῶν δυναστεία. Πλὴν ἁγιο πρεπὴς ἡ αἴτησις καὶ παντὸς ἐπαίνου μεστὸν τῆς προσευχῆς τὸ χρῆμα. Ὅσιον γὰρ καὶ παντὶ τῷ βίῳ χρήσιμον τὸ παντὸς ἁμαρτωλοῦ συντρίβεσθαι βρα χίονα, τουτέστι τὴν δυναστείαν· ἐπ' οὐδενὶ γὰρ ἔχου σιν αὐτὴν ἑτέρῳ, ἐπὶ δὲ τῷ συντρίβειν πτωχούς. Ἁμαρτωλοῦ τούτου ὁ βραχίων ὑπὸ Κυρίου συντρί βεται, καὶ ἡ ἁμαρτία αὐτοῦ ζητουμένη οὐχ εὑρίσκε ται. Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐχ εὑρεθῇ. (B f. 41.) Εἰ γὰρ ἐρευνῷτο, φησὶν, ἡ 23 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. [ἁμαρτία] τοῦ τὰ φαῦλα δρῶντος ἁμαρτωλοῦ, οὐκ ἀνευρεθείη δι' αὐτὴν, τουτέστι δικαίως ἀφανισθήσεται. Ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ. (A f. 73.) Ἐν γὰρ τῇ βασιλείᾳ αὐτοῦ βληθήσονται εἰς τὸ πῦρ τὸ αἰώνιον. Ἔθνη δὲ λέγει τοὺς ἀκαθάρ τους δαίμονας, ἀλλ' οὐκ ἀνθρώπους οὓς ἦν ἐλπὶς σωθήσεσθαι διὰ Χριστοῦ δικαιωθέντας ἐν πίστει. Πῶς ἂν ηὔξατο δραμεῖν εἰς ἀπώλειαν καὶ ἔθνη τὰ ἄπιστα; Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος. (A f. 73.) Αὕτη ἦν αὐτῶν ἡ ἐπιθυμία, τὸ τῶν μελ λόντων ἀξιωθῆναι ἀγαθῶν· εἰς τοῦτο γὰρ ἑτοιμαζό μενοι, πάντα ὑπομένειν τὴν καρδίαν ηὐτρέπιζον. Ἀλλ' ἴσως ἐρεῖ τις· Καὶ ποία τις ἦν ἐπιθυμία τοι αύτη παρὰ τοῖς ἔτι πλανωμένοις; Φαμὲν οὖν ὅτι συντριβέντος τοῦ βραχίονος τοῦ πονηροῦ, καὶ οὐκ ἐνεργοῦντος ἐν αὐτοῖς καθὰ καὶ πάλαι τὸ ἐν ἀγνοίᾳ κεῖσθαι Θεοῦ, κέκληνται τὰ ἔθνη πρὸς ἐπιθυμίαν τῆς διὰ Χριστοῦ σωτηρίας καὶ τοῦ εἰδέναι τὴν ἀλή θειαν, καὶ ἑτοιμοτάτην ἔσχον τὴν καρδίαν εἰς τὸ πιστεύειν εἰς αὐτόν. Κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν. (A f. 73.) Κατὰ δὲ ἀναγωγὴν, πτωχὸς καὶ ταπει νὸς οἱ οὔπω πιστεύσαντες. Τούτοις εὔχεται γενέσθαι κριτὴν τὸν Χριστὸν, καταδικάζοντα μὲν τὸν Σατα νᾶν, δικαιοῦντα δὲ τοὺς ἠπατημένους. Τούτου γὰρ γεγονότος, οὐκ ἂν ἔτι μεγαλαυχήσειεν ἄνθρωπος 69.78 ἐπὶ τῆς γῆς, ἢ αὐτὸς ὁ Σατανᾶς ἄνθρωπος κληθεὶς, διὰ τὴν ἐνοῦσαν αὐτῷ ἀσθένειαν· οὐδεὶς γάρ ἐστι παντελῶς ὡς πρός γε τὴν θείαν ἰσχὺν, ἢ ἁπλῶς πᾶς ἄνθρωπος τῆς τοῦ διαβόλου σκαιότητος ὑπουργὸς καὶ τῶν αὐτοῦ θελημάτων ὅργανον. Ὁ γὰρ τοιοῦτος, οὐκ ἔτι μέγα φρονήσει περιγινόμενος τῶν ἀσθενεστέρων. ∆ῴη δὲ καὶ ἡμῖν ὁ Θεὸς νικῆσαι τὸν ἐν κρυφίοις ἐνεδρεύοντα καθ' ἡμῶν θῆρα, ὥστε μηκέτι τοῦ ἐχθροῦ τὸ καθ' ἡμῶν περιλειφθῆναι καύχημα.
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.