Expositio in Psalmos Psalm Ζʹ opening
Psalm Ζʹ.
Lemma-led open on ΨΑΛΜΟΣ Ζʹ. — Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά.
Greek
ΨΑΛΜΟΣ Ζʹ. 10 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε τοσαύταις ἐγγυ μνασθέντα νίκαις, πάλιν ἀπολύει πρὸς ἑτέρους ἀγῶ νας ὁ λόγος, πάλιν ἀλείφει τῇ τῶν πειρασμῶν προσ βολῇ. Ὁ αὐτὸς γὰρ πολέμιος, ὁ Ἀβεσσαλὼμ ἐκεῖνος, ὥσπερ ἀναγεννηθεὶς ἐξ ἡμῶν, τὸν καθ' ἡμῶν ἐξαρ τύεται πόλεμον· ὃν ἀνατρέπει φονῶντα καθ' ἡμῶν ἡ ἡμετέρα περὶ τοῦ πράγματος εὐβουλία· μᾶλλον δὲ ἡ παρὰ τοῦ Θεοῦ συμμαχία. Ἥ γε μὴν σώζουσα ἡμᾶς γνώμη, ἀγχόνη γίνεται τοῦ ἀντικειμένου· αὕτη δέ ἐστιν, τὸ ἴσον εἰς κακίαν ἡγεῖσθαι, ἄρχειν τε ἀδικίας καὶ ἀμύνεσθαι τὸν κατάρξαντα. Ὁριστὴς γὰρ τῆς καθ' ἑαυτοῦ τιμωρίας ὁ ∆αβὶδ γίνεται, εἰ 69.749 εὑρεθείη κακοῦ τὸ κακὸν ὥσπερ ἐν συναλλάγματι διαμείψας, καὶ ἀντιδοὺς παρεσχημένοις ὃ ἔλαβε. Εἰ ἔστιν ἀδικία ἐν χερσί μου. (A f. 41) Τάχα δὲ οὐ τὸ πάντη ἐλεύθερον ἀδικίας ἑαυτῷ ὁ ∆αβὶδ μαρτυρεῖ (ἠδίκησε γὰρ τὸν Οὐρίαν), ἀλλὰ τοῦτο λέγει, ὅτι Ἐν τῇ κατὰ τὸν παῖδα ὑποθέ σει, καθαρός εἰμι καὶ ἀνυπαίτιος· οὐδὲν γὰρ αὐτὸν ἠδίκησα, οὔτε τοὺς μετ' αὐτοῦ, ὥστε καὶ εὐάφορμον αὐτοῖς γενέσθαι τὴν κατ' ἐμοῦ δίωξιν. Εἶτα καὶ τὸ ἀμνησίκακον προβάλλεται, ἐκκαλούμενος δι' αὐτοῦ εἰς ἔλεον τὸν Θεόν. Καὶ δῆλον ἀφ' ὧν ἐπάγει· λέγει γάρ· "Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά." Ἀποπέσοιμι ἄρα τῶν ἐχθρῶν μου κενός. (E i. 12) Τουτέστιν ἀπολισθήσαιμι καὶ τιμῆς καὶ δόξης ἁπάσης, καὶ γενοίμην ὡς χοῦς ὑπὸ πόδας ἐχθρῶν μου. Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου. (A f. 42 b) Ὅπερ οὖν ἔφην, μεταπεφοίτηκεν ὁ λό γος εἰς Χριστὸν, καὶ αὐτὸν ἀναστῆναι παρακαλεῖ οὐ κατὰ τοῦ Ἀβεσσαλὼμ (πῶς γὰρ, ὑπὲρ οὗ παρεκά λει λέγων· "Φείσασθέ μου τοῦ παιδαρίου Ἀβεσσα λώμ;"), ἀλλ' ὑπὲρ πάσης τῆς ἀνθρωπότητος ἀναστῆ ναι παρακαλεῖ τὸν Θεὸν, ὥσπερ ἐξ ἠρεμίας τῆς πάλαι μακροθυμίας ἐν ὀργῇ καὶ κινήσει κατὰ τῶν περά των τῶν ἐχθρῶν αὐτοῦ. Πλεῖστοι μὲν οὖν οἱ τῆς ἀν θρωπότητος ἐχθροὶ, τουτέστιν οἱ πονηροὶ καὶ ἀλιτή ριοι δαίμονες· πέρατα δὲ αὐτῶν νοηθεῖεν ἂν οἱ προὔ χοντες τῶν ἄλλων καὶ ὑπερκείμενοι, οἷον ὁ Σατανᾶς καὶ οἱ ἐγγὺς, ἤγουν οἱ κοσμοκράτορες τοῦ σκότου. Τούτων κατεξανέστη Χριστός. Καὶ ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστά γματι, ᾧ ἐνετείλω. (A f. 43 b) Ἐνταῦθα σαφῶς περὶ τῆς θεοφανείας τοῦ Σωτῆρος εὐαγγελίζεται. Ἄνωθεν γὰρ διὰ τῶν πατριαρχῶν ταύτην ἡμῖν τὴν σωτηρίαν ὑπέσχετο· καί γε μεμέστωται ἡ θεία Γραφὴ τῶν τοῦ Σωτῆρος φωνῶν, προϋπισχνουμένου διὰ προφητῶν ἁγίων ὡς ἥξει κατὰ καιροὺς, καὶ ἐξελεῖται τὴν ὑπ' οὐρανὸν, καὶ οὐκ ἐν μόνῃ τῇ Ἰουδαίᾳ ποιήσεται τῆς ἐνούσης αὐτῷ ἡμερότητος τὴν ἐπίδειξιν, ἀλλὰ γὰρ καὶ ἐπι σκέψεται πάντα τὰ ἔθνη· καὶ γοῦν ἐλπὶς ὠνόμασται τῶν ἐθνῶν. Ἐπέφανε γὰρ τῷ κόσμῳ παντὶ Θεὸς ὢν Κύριος καὶ φῶς τὸ ἀληθινὸν, δι' οὗ καὶ αὐτὸν ἐγνώ καμεν τὸν Πατέρα, τῆς ἀρχαίας ἀχλύος ἐσκεδασμέ νης, τῆς ἐν τῷ πλανᾶσθαι, φημὶ, καὶ ἀναλάμψαντος ἡμῖν ἑωσφόρου κατὰ τὸν νοῦν, καὶ διαυγαζούσης ἡμέρας, ἀνίσχοντος δὲ καὶ τοῦ τῆς δικαιοσύνης ἡλίου, τουτέστι τοῦ Χριστοῦ. Ἐξεγέρθητι τοίνυν, φησὶ, κατὰ τὸ πρόσταγμα, ὃ ἐνετείλω, ἤγουν ὃ
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.