Exposition on the Psalms · §ps006-rem-close

Psalm ςʹ rem close

Rem CLOSEOUT: Psalm ςʹ CLOSEOUT.

Greek

69.748 αἰτεῖν· τὰ δὲ ψυχωφελῆ ζητεῖν παρ' αὐτοῦ, καὶ ᾠδὴν αὐτὸν καὶ μέλος ποιεῖσθαι. Ἐταράχθη ἐν θυμῷ [in marg. γρ. ἀπὸ θυμοῦ] ὁ ὀφθαλμός μου. (A f. 37 b) Τάχα δὲ ὑπονοστεῖ ὁ Προφήτης πρὸς ἀνάμνησιν τῶν τῇ ἀνθρώπου φύσει συμβεβηκότων διὰ τὸ προσκροῦσαι Θεῷ τὴν τοῦ γένους ἀρχὴν, του τέστι τὸν Ἀδάμ. Πρὶν μὲν γὰρ ὀλιγωρῆσαι τῆς θείας ἐντολῆς, καθαρὸν εἶχε τὸν ὀφθαλμὸν, θεοπτίας ἔμ πλεων καὶ ἐννοιῶν ἀγαθῶν, καὶ ἦν ἀθώλοτος, ἕτι τῷ θείῳ φωτὶ καταλαμπόμενος. Εἰσήκουσε Κύριος τῆς δεήσεώς μου. (A f. 38) Ἐξηγεῖται δὲ τίνα τρόπον εἰς πέρας ἐκβέβηκε τὰ τῆς εὐθυμίας αὐτῷ· εἰσηκοῦσθαι γάρ φησι τὴν φωνὴν τοῦ κλαυθμοῦ αὐτοῦ, δεκτήν τε γενέσθαι τὴν προσευχήν. Φωνὴν δέ φησιν, οὐχὶ πάν τως τὴν διὰ χειλέων, ἐκείνην δὲ μᾶλλον τὴν ἐκ πρα γμάτων μονονουχὶ πρὸς Θεὸν πεμπομένην. Ὥσπερ γάρ ἐστιν ἁμαρτίας φωνὴ, κατὰ τὸ εἰρημένον πρὸς Κάϊν, "Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με," οὕτω καὶ μετανοίας ἐστὶ φωνὴ, ἧς ἀκούει Θεός. Καὶ οὐ δήπου φαίη τις ἂν, ὅτι φωνὴν ἔντονον αἰτεῖ, οὐ γὰρ οὕτω προσεύχεσθαι προστετάγμεθα. Κραυγὴν δὲ πάλιν ἐν τούτοις φησὶ τὴν ἐκ πόνου λιτὴν, ᾗ κε χρῆσθαι τοὺς ἁγίους ἔθος. Αἰσχυνθείησαν καὶ ταραχθείησαν. (A f. 38 b) Καὶ οἱ τῆς κακίας δὲ εὑρεταὶ καὶ διδά σκαλοι δαίμονες ἀποστρέφονται καὶ ὀπίσω πίπτου σιν, ἀφόρητον ὑπομένοντες τὴν τροπήν· πρῶτον μὲν διὰ τὴν παρὰ τοῦ σώζοντος Θεοῦ ἀντίλεξιν, ἔπειτα δὲ διὰ τὸ θέλειν ἡμᾶς ἀπανίστασθαι μὲν τῶν ἀρχαίων ἀῤῥωστημάτων, μεταφοιτᾷν δὲ νεανικῶς εἰς τὸ κατευμεγεθεῖν ἁπάσης φιλοσαρκίας, καὶ τῆς ἐν τῷδε τῷ βίῳ τύρβης οὐδένα ποιεῖσθαι λόγον, εἰς μόνα δὲ βλέπειν τὰ ἀρέσκοντα Θεῷ, καὶ ἐπ' αὐτὰ τρέχειν ἀμεταστρεπτί. Ἀνδριζομένοις γὰρ οὕτω συνέσται Χριστὸς ὁ πάντων ἡμῖν τῶν ἀγαθῶν καὶ δοτὴρ καὶ πρύτανις.

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.