ZU LK 9, 59φ rem early
Rem early: ZU LK 9, 59φ; historia and theoria toward Christ.
Greek
ἄχρι ταφῆς. τί οὖν πρὸς αὐτὸν ὁ σωτήρ; Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ· ἦσαν μὲν γάρ που καὶ ἕτεροι κηδεμόνες καὶ κατὰ γένος οἰκεῖοι τοῦ πατρός, ἀλλ', ὥς γε οἶμαι, νεκροὶ διὰ τὸ μήπω πιστεῦσαι Χριστῷ καὶ τὴν διὰ τοῦ ἁγίου πνεύματος 97 ἀναγέννησιν εἰς ζωὴν τὴν ἀκήρατον ἰσχῦσαι λαβεῖν. ἐκεῖνοι, φησί, τοὺς ἑαυτῶν θαπτέτωσαν νεκρούς, νεκρὸν ἔχοντες καὶ αὐτοὶ τὸν νοῦν, οὔπω δὲ γεγενημένοι τοῖς τὴν ἐν Χριστῷ ζωὴν ἔχουσιν ἐναρίθμιοι. πλὴν ἐντεῦθεν ἔστι μαθεῖν ὅτι καὶ τῆς εἰς γονέας αἰδοῦς καὶ ἀγάπης προτάττεσθαι χρὴ τὴν εἰς θεὸν εὐσέβειαν. καὶ γοῦν ὁ Μωυσέως νόμος πρῶτον εἰπὼν· Ἀγαπήσεις κύριον τὸν θεόν σου, δεύτερον ἐτίθει τὴν εἰς γονέας αἰδῶ λέγων· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. φέρε γὰρ ἐκεῖνο καθ' ἑαυτοὺς ἐρευνήσωμεν, ὁποία τίς ἐστιν ἡ πρόφασις, δι' ἣν ἐσπουδασμένην πεποιήμεθα τὴν εἰς γονέας τιμὴν καὶ ἀγάπην.
About this text
Cyril of Alexandria, Commentarii in Lucam (Greek fragments) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Commentarii in Lucam (Greek fragments) — new OET from PG 72 Greek (Greek-only Lucam; no Payne Smith).
Witnesses
- Copy-text PG 72 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.