Commentary on Luke (Greek Fragments) · §u26-open

Commentarii in Lucam (Greek fragments) ZU LK 9, 59φ opening

ZU LK 9, 59φ.

Lemma-led open — , φ Ἕτερος δὲ οὐκ αὐτόμολος κατὰ τοῦτον ἔρχεται μαθητὴς οὐδὲ θρασὺς εἰς ἐπαγγελίας τὰς ἐπί

Greek

ZU LK 9, 59φ Ἕτερος δὲ οὐκ αὐτόμολος κατὰ τοῦτον ἔρχεται μαθητὴς οὐδὲ θρασὺς εἰς ἐπαγγελίας τὰς ἐπί γε τοιούτῳ πράγματι, κέκληται δὲ μᾶλλον παρὰ Χριστοῦ πρὸς ἀποστολὴν οὐκ ἀνεπιτηδείως ἔχων πρὸς τοῦτο· ψήφῳ γὰρ θείᾳ τετίμηται. πλὴν οὔπω σαφῶς ἠπίστατο, τίνα τρόπον ἁρμόσασθαι χρὴ τῷ τοιῷδε πράγματι. ἦν μὲν γὰρ ἴσως αὐτῷ πατὴρ τῷ γήρᾳ κατηχθισμένος, ἐδόκει δὲ λίαν εὐσεβεῖν τὴν ὀφειλομένην αὐτῷ φειδῶ καὶ ἀγάπην τηρεῖν προθυμούμενος. ᾔδει γάρ που πάντως τοῖς τοῦ νόμου ῥήμασιν ἐντυχὼν ὡς ἐμέλησε καὶ τούτου τῷ ἐπὶ πάντας θεῷ· ἔφη γάρ· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. ἐπειδὴ δὲ πρὸς λειτουργίαν ἐκλήθη τὴν ἱεράν τε καὶ εὐαγγελικήν τοῦτο γὰρ ἐδήλου τὸ Ἀκολούθει μοι παρὰ Χριστοῦ πρὸς αὐτὸν εἰρημένον , ἀνθρωπίνῳ συνηρπάζετο λογισμῷ καὶ ἀναβολὴν ἐζήτει καιροῦ τῇ τοῦ τεκόντος γηροκομίᾳ διαρκέσαι δυναμένου. καὶ οὐ δήπου φαμὲν ὡς κείμενον ἤδη καὶ τελευτήσαντα τὸν πατέρα θάπτειν ἠξίου· οὐ γὰρ ἂν ἐκώλυσε τοῦτο δρᾶν ἐθέλοντα Χριστός. ἀλλὰ τὸ θάψαι φησὶν ἀντὶ τοῦ γηροκωμῆσαι

About this text

Cyril of Alexandria, Commentarii in Lucam (Greek fragments) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Commentarii in Lucam (Greek fragments) — new OET from PG 72 Greek (Greek-only Lucam; no Payne Smith).

Witnesses

  • Copy-text PG 72 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.