Commentarii in Lucam (Greek fragments) ZU LK 9, 48 opening
ZU LK 9, 48.
Lemma-led open — , Εἶτά φησιν· Ὃς ἂν δέξηται τὸ παιδίον τοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμ
Greek
ZU LK 9, 48 Εἶτά φησιν· Ὃς ἂν δέξηται τὸ παιδίον τοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. ὅτε τοίνυν τοῖς τιμῶσιν ἁγίους εἷς τε καὶ ὅμοιος ὁ μισθός, κἂν εἴτε μικρὸς εἴη τυχὸν ἢ γοῦν ἐν ὑπερκειμένῃ τιμῇ τε καὶ δόξῃ Χριστὸν γὰρ ὑποδέχεται καὶ δι' αὐτοῦ καὶ ἐν αὐτῷ τὸν πατέρα , πῶς οὐχ ἕωλον παντελῶς τὸ ἀλλήλοις φιλονεικεῖν καὶ τὸ προὔχειν ἑτέρων ἐπιζητεῖν; διατρανοῖ δὲ καὶ ἔτι μειζόνως τὸν ἐπὶ τούτῳ τῷ λόγῳ σκοπὸν καί φησιν· Ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτος ἔσται μέγας, τὸν μετριό 90 φρονα λέγων καὶ οὐδὲν ὑψηλὸν περὶ ἑαυτοῦ λογιζόμενον δι' εὐλάβειαν. γέγραπται γὰρ ὅτι Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
About this text
Cyril of Alexandria, Commentarii in Lucam (Greek fragments) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Commentarii in Lucam (Greek fragments) — new OET from PG 72 Greek (Greek-only Lucam; no Payne Smith).
Witnesses
- Copy-text PG 72 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.