ZU LK 9, 46φ rem close
Rem CLOSEOUT: ZU LK 9, 46φ CLOSEOUT.
Greek
οὐδὲ φεύγει τὸ μειονεκτεῖσθαι δοκεῖν. εὐδίαν ἔχει πολλὴν εἰς νοῦν καὶ καρδίαν ὡς ἐξ ἁπλότητός τε καὶ ἀκακίας. καὶ γοῦν αὐτὸς ὁ σωτὴρ ἔφασκέ ποτε τοῖς ἁγίοις ἀποστόλοις, μᾶλλον δὲ ἅπασι τοῖς ἀγαπῶσιν αὐτόν· Ἀμήν, λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐ δύνασθε εἰσελθεῖν εἰς τὴν βασιλεῖαν τοῦ θεοῦ. τί δὲ τὸ στραφῆναι καὶ τοῖς παιδίοις ἐξομοιωθῆναι, διασαφεῖ γράφων ὁ μακάριος Παῦλος· Μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε. ποτὲ δὲ πάλιν προσαγουσῶν αὐτῷ βρέφη γυναικῶν, εἶτα κωλυόντων τῶν μαθητῶν ἔφη· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. τοὺς ὄντας τοιούτους προσίεται καὶ ἀγαπᾷ καὶ οἷον ἐγγὺς ἔχειν ἀξιοῖ ὡς τὰ αὐτοῦ φρονεῖν ἑλομένους· ἔφη γὰρ ὅτι Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.
About this text
Cyril of Alexandria, Commentarii in Lucam (Greek fragments) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Commentarii in Lucam (Greek fragments) — new OET from PG 72 Greek (Greek-only Lucam; no Payne Smith).
Witnesses
- Copy-text PG 72 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.