Commentary on Isaiah prologue: prophetic word and spiritual contemplation
Commentary on the prophet Isaiah. Book I (six discourses). Prologue.
The speech of the holy prophets is always somewhat obscure, yet it is filled with hidden meanings and labors to bring forth for us the proclamation of the divine mysteries. For Christ is the end of the law and the prophets, as it is written.
Those who wish to clarify things so lean and riddling ought to press on to survey the breadth of the contemplations with the mind’s eye — carefully both the exact sense of the history and the account of the spiritual contemplation — so that what helps the readers may come from every side, and the clarification of the meaning of what lies before us may appear lacking nothing.
I know that some have already written on these things and composed long discourses about them; and that alone might seem enough to give others a not ignoble pretext for hesitation, and to persuade them rather to choose silence than to add to what others have said — nothing new, but the same words again, and to travel through the same contemplations.
Yet even if that happens, there is nothing painful in it at all: by the agreement of many the hearers are confirmed toward the truth. So I persuade myself even now to become stronger than hesitation, having believed that sweat and toil for good studies are better than idleness in snoring, and not having given up hope altogether.
Greek
[ΠΡΟΟΙΜΙΟΝ.] Ἀσυμφανὴς μὲν ἀεὶ τῶν ἁγίων προφητῶν ὁ λόγος, μεμέστωται δὲ τῶν κεκρυμμένων ἐννοιῶν, καὶ μυ- στηρίων ἡμῖν τῶν θείων ὠδίνει προαγόρευσιν. Τέ- λος γὰρ νόμου, καὶ προφητῶν ὁ Χριστὸς, καθὼς γέ- γραπται. Χρῆναι δὲ φημὶ, τοὺς ἐθέλοντας διατρανοῦν τὰ οὕτως ἰσχνὰ, καὶ αἰνιγματώδη τῶν θεωρημάτων πλάτη διανοίας ὄμματι περιαθρεῖν ἐπείγεσθαι, καὶ μάλα εὐφρόνως τοῦτο μὲν, τῆς ἱστορίας τὸ ἀκριβὲς, τοῦτο δὲ, τῆς πνευματικῆς θεωρίας τὴν ἀπόδοσιν, ινα πανταχόθεν τοῖς ἐντευξομένοις ἐκβαίη τὸ ὠφε- λοῦν, καὶ ἡ τῆς τῶν προκειμένων ἐννοίας διασάφησις οὐδὲν ἔχουσα τὸ ἐνδεὲς διαφαίνοιτο. Οἶδα μὲν οὖν ὅτι φθάσαντές τινες προγεγράφασιν εἰς ταῦτα, καὶ μα- κροὺς ἡμῖν περὶ αὐτῶν ἐποιήσαντο λόγους· ἀπόχρη δὲ οἶμαι τουτὶ, καὶ πρός γε τὸ δεῖν ἑτέροις ὄκνου πρόφασιν οὐκ ἀγεννῆ παρασχεῖν, ἀναπεῖσαί τε σιω- πῆσαι ἑλέσθαι μᾶλλον, οἷς ἕτεροι προειρήκασιν ἐπει- πεῖν καινὸν μὲν οὐδὲν, ταυτοεπεῖν δὲ μᾶλλον, καὶ διὰ τῶν αὐτῶν ἰέναι θεωρημάτων. Ἐπειδὴ δὲ κἂν τοῦτο συμβαίνῃ παθεῖν, τὸ λυποῦν ἂν εἴη παντελῶς οὐδὲν, καὶ διὰ τῆς τῶν πλειόνων συμφωνίας ἐμπεδοῦσθαι πρὸς ἀλήθειαν τοὺς ἀκροωμένους, ὄκνου κρείττονα γενέσθαι καὶ νῦν ἐμαυτὸν ἀναπείθω, τὸν ἐπ' ἀγαθοῖς 70.12 σπουδάσμασιν ἱδρῶτα καὶ πόνον τῆς ἐν τῷ ῥέγχειν ἀργείας ἀμείνω τε εἶναι πεπιστευκὼς, καὶ οὐκ εἰσ- άπαν ἀπειρηκὼς τὴν ἐλπίδα, τοῦ καὶ ἔσθ' ὅτε καινὸν καὶ ἐξηλλαγμένον προσευρεῖν τι δύνασθαι, κατευρύ- νοντος Θεοῦ τὴν ἔν γε τοῖς θεωρήμασι τρίβον. Γέ- γραπται γὰρ, ὅτι "6Πλατεῖα ἡ ἐντολή σου σφόδρα."6 Προφητεύει τοίνυν ὁ μακάριος Ἡσαΐας ἐν καιροῖς βασιλείας Ὀχοζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶἘζεκίου. Καὶ φέρε τῶν ἑκάστου καιρῶν διαμνημο- νεύσωμεν, διεβίω τε ὅπως ἐπιδρομάδην λέγωμεν. Εἰσόμεθα γὰρ ἐντεῦθεν, ὅτι τοῖς δρωμένοις κατὰ και- ροὺς πρέπων τέ ἐστι καὶ ἁρμοδιώτατος τῆς προφη- τείας ὁ λόγος. Γέγονε τοίνυν εὐσεβὴς ἀνὴρ ὁ Ὀζίας, ὁ καὶ Ὀχοζίας, προβέβηκε δὴ ὁμοῦ δόξης τε καὶ ἰσχύος εἰς τοῦτο, ὡς κατακρατῆσαι τῶν ἐθνῶν τῶν προσηκόντων τὴν Ἰουδαίαν, καὶ μὴν καὶ δασμοὺς ἐπιθεῖναι πολλοῖς, καὶ σκήπτροις ἰδίοις ὡς ἐξ ἀνάγκης ὑπενεγκεῖν, ἀναδείμασθαί τε πόλεις, καὶ προσλαβεῖν ἑτέρας, καὶ συνάψαι τοῖς ὁρίοις τῆς Ἰουδαίων γῆς. Εἶτά τι πέπονθε τῶν ἀνθρωπίνων. Ἀπὸ γάρ τοι τῆς ἄγαν τρυφῆς, καὶ τῇ τῆς εὐκλείας ὑπεροχῇ νενικη- μένος, τρόπον τινὰ πεφρόνηκεν ὑψηλὰ, καὶ τῇ τῆς ὑπεροψίας νόσῳ κεκρατημένος, καὶ αὐτοῦ τοῦ θείου κατεξανέστη νόμου. Ὠήθη γὰρ δεῖν καὶ τοῖς τῆς θείας ἱερωσύνης αὐχήμασιν ἑαυτὸν στεφανοῦν. Ἐπ- εχείρησε γὰρ εἰς τὸν θεῖον εἰσελάσαι ναὸν, αὐτὸς δὲ δι' ἑαυτοῦ θυμιᾷν τῷ Θεῷ καὶ πληροῦν ἐκνόμως τὰ νενομισμένα. Ταύτης ἕνεκα τῆς αἰτίας λελέπρωται παραχρῆμα, καὶ ἦν ἀτιμότατος· μιαρὸς γὰρ κατὰ νόμον ὁ τῷ τῆς λέπρας πάθει κατισχυμένος. Εἶτα διαδέχεται τὴν τοῦ Ὀζίου βασιλείαν ὁ ἐξ αὐτοῦ γε- γονὼς Ἰωάθαμ, φιλόθεος μὲν ἀνὴρ, πλὴν οὐκ ἐξῇρε, φησὶ, τὰ ὑψηλὰ, ἀλλ' ἔθυον ἔτι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν οἱ ἐξ Ἰσραὴλ, ὄρη τε καὶ βουνοὺς καταλαμ- βάνοντες, ὑποκάτω δρυὸς, καὶ λεύκης, καὶ δένδρου σκιάζοντος, καθά φησιν Ὠσηὲ, ὅτι καλὸν σκέπη. Τελευτήσαντος δὲ Ἰωάθαμ διαδέχεται τὸ σκῆπτρον ὁ Ἄχαζ ἀνὴρ βδελυρώτατος, καὶ θεομισὴς, καὶ τῆς εἰς ἄκρον φαυλότητος ἡκούσης ἔμπλεως. Οὗτος καὶ αὐ- τὸν τὸν θεῖον ἔκλεισε ναὸν, καὶ ταῖς κατὰ νόμον θυ- σίαις οὐκ ἠφίει καταγεραίρεσθαι τὸν τῶν ὅλων Θεὸν, κεκώλυκε δὲ καὶ τὰς ἐξ ἔθους τῶν Ἰουδαίων ἑορτὰς, καὶ ἐν παντὶ τόπῳ τῆς 1 Ἱερουσαλὴμ βωμοὺς ἀναστή- σας προσκυνεῖν ἐκέλευε τὰ χειρόκμητα, καὶ λατρεύειν τὴν στρατιὰν τοῦ οὐρανοῦ· καὶ μὴν καὶ τὰ ἴδια τέκνα διήγαγεν ἐν πυρὶ, τουτέστι, κατέκαυσεν εἰς θυσίαν τοῖς ἀκαθάρτοις δαίμοσι, καὶ ἁπαξαπλῶς εἰπεῖν, τρόπος αὐτῷ δυσσεβείας ἀνεπιτήδευτος ἦν οὐδείς. Εἶτα μετὰ τοῦτον βεβασίλευκεν Ἐζεχίας ἀνὴρ εὐσε-βὴς καὶ φιλόθεος, καὶ δικαιοσύνης πρύτανις, καὶ παν- τὸς ἀγαθοῦ ζηλωτὴς, καὶ τῶν θείων θελημάτων ἐργάτης. Οὗτος τοῦ Ἄχαζ παρανομήμασιν πᾶν πράτ- τεσθαί τε καὶ ἰσχύειν ἐκέλευεν· ἀνῆκε μὲν γὰρ τὰς τοῦ ναοῦ θύρας, εἶτα θυσίας, καὶ σπονδὰς διετύπου προσάγεσθαι τῷ Θεῷ, καὶ ταῖς κατὰ νόμον ἱερουρ- γίαις γεραίρεσθαι· καὶ μὴν καὶ δίχα χρόνων μακρῶν 70.13 τὸν ἐπὶ τῷ Πάσχα νόμον ἀνανεώσασθαι ὁρᾶται. Κα- θεῖλε τεμένη, καὶ βωμοὺς, καὶ χειρόκμητα, γνώστας τε καὶ ψευδομάντεις, καὶ τὰς τῶν ἐπῳδῶν ἀγέλας ἠρεμεῖν ἐκέλευσε, καὶ ἦν ἀνὴρ ἀγαθὸς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ. Οὐκοῦν ἐπειδήπερ ἐν καιροῖς βασιλείας τῶν ἀρτίως ἡμῖν εἰρημένων, ποτὲ μὲν ὠξύνετο πρὸς ὀργὰς ὁ τῶν ὅλων Θεὸς, εἰδωλολατροῦντος τοῦ Ἰσραήλ· ποτὲ δὲ καὶ ἐμαλάσσετο πρὸς τὸ ἥμερον, μεταπλατ- τομένου πρὸς εὐσέβειαν διὰ τῆς τοῦ κρατοῦντος ἐπιει- κείας· ταύτῃ τοι μέμικται τῆς προφητείας ὁ λόγος, καὶ πλείστην μὲν ὅσην ἔσθ' ὅτε ποιεῖται τὴν ἀπειλὴν, ὡς δυσσεβοῦντος τοῦ Ἰσραὴλ, ὑποσχέσεως δὲ τῆς ἐπ' ἀγαθοῖς εἰσκομίζει λόγον. ∆ιαμέμνηται δὲ παν- ταχοῦ τῆς διὰ τοῦ Χριστοῦ λυτρώσεως, καὶ φησὶν ὅτι κατὰ καιροὺς μὲν ἔσται τῆς πρὸς Θεὸν οἰκειότη- τος ἀπόπεμπτος ὁ Ἰσραὴλ, εἰσδεχθήσεται δὲ τῶν ἐθνῶν ἡ πληθὺς δικαιουμένη διὰ τῆς πίστεως τῆς ἐν Χριστῷ. Ὥστε μοι δοκεῖ στεφανοῦν εὖ μάλα τὸν μα-κάριον προφήτην Ἡσαΐαν, οὐχὶ τῇ τῆς προφητείας χάριτι μόνῃ, ἀλλὰ γὰρ καὶ τοῖς ἀποστολικοῖς αὐχή- μασιν. Ἐν ταὐτῷ γὰρ ἔστιν προφήτης τε ἅμα, καὶ ἀπόστολος, καὶ τῆς τῶν εὐαγγελικῶν κηρυγμάτων φαιδρότητος οὐκ ἠμοιρη
About this text
Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.
English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.
Witnesses
- Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.