Book I Logos 5 rem close CLOSEOUT
Rem CLOSEOUT: Logos 5 CLOSEOUT — Book I rem next if Logos 6 absent.
Greek
φανερωμένης, ἐν ἐπαίνοις ἦν ἐκεῖνα πολλοῖς. Οὕτω καὶ γέγραπται περί τε Ζαχαρίου καὶ Ἐλιζάβεθ· "6Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις, ὀνόματι Ζαχαρίας, ἐξ ἐφημερίας Ἀβιᾶ, καὶ γυνὴ αὐτοῦ ἐκ τῶν 98 θυγατέρων Ἀαρὼν, καὶ τὸ ὄνομα αὐ- τῆς Ἐλιζάβεθ. Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι."6 Κατὰ τοῦτον οἶμαι διαβιῶναι τὸν τρόπον καὶ αὐτοὺς τοὺς ἁγίους προφήτας. Καὶ μὴν καὶ ὁ θεσπέσιος Παῦλος καίτοι λέγων ἀναφανδὸν, ὅτι γέγονε κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ ἄμεμπτος· "6Ἀλλὰ τί ἦν μοι κέρδος; ταῦτα, φησὶν, ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν."6 Οὐκοῦν πρὸ μὲν τῆς ἐπιδημίας τοῦ πάντων ἡμῶν Σωτῆρος Χρι- στοῦ, τοῖς κατὰ νόμον αὐχήμασιν εὐδοκιμοῦντές τινες, ἀνδρεῖοί τε ἦσαν, καὶ νεανικοί. Μετὰ δὲ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὸ κήρυγμα τὸ εὐαγγελικὸν, 70.273 πέπαυται τὰ ἐν νόμῳ, μετεφοίτησεν ἡ σκιὰ πρὸς ἀλήθειαν, εἰσκεκόμισται δὲ ἡ ἐν πνεύματί τε καὶ ἀληθὴς λατρεία. Οὐκ οὖν εὐφραίνεται Θεὸς ἐπὶ τοῖς τῶν Ἰουδαίων νεανίσκοις, τοῦτ' ἔστι, τοῖς ἀνδριζο- μένοις ἔτι, διά γε τοῦ ζῇν ἑλέσθαι νομίμως. Ἀπαρά- δεκτοι δὲ αἱ δι' αἱμάτων θυσίαι, καὶ σαρκὸς περι- τομὴ, βαπτισμῶν διδαχαὶ, καὶ Σαββάτων ἀργεῖαι. ∆εδιδάγμεθα δὲ, ὡς ἔφην, τῆς ἁνδανούσης Θεῷ πολι- τείας τὴν ὁδόν. Ἀπόβλητοι δὴ οὖν καὶ μάλα εἰκότως μετὰ τὴν κατάληξιν τῆς σκιᾶς οἱ κατ' αὐτὴν νεανίσκοι· καὶ τοῦ κατοικτείρεσθαι μακρὰν ὀρφανοί τε καὶ χῆ- ραι. Ὀρφανοὺς δέ φησι, τοὺς οἷον ἀναστροφῆς δεο- μένους τῆς πνευματικῆς, καὶ παιδαγωγίας τῆς ἐκ διδασκάλων. Χήρας τε ὁμοίως, ψυχὰς εἶναί φαμεν τὰς τοῦ δύνασθαι καρποφορεῖν ἐν ἐνδείᾳ γεγενημένας διά τε τὸ μὴ ἔχειν τὸν ἁπάντων αὐταῖς τῶν ἀγαθῶν μαθημάτων σπορέα τε καὶ χορηγόν. Ὅτι δὲ παιδεύ- σεως ἀληθοῦς ἠμοιρηκότας εὐρήσομεν τοὺς ἐξ Ἰσραὴλ, διά γε τὴν εἰς Χριστὸν παροινίαν, ἐπαινέσειεν ἂν οὐδείς. Ἐσκοτίσθησαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. Καὶ συνεκάμφθη τὰ νῶτα αὐτῶν. Καὶ τοῦτο διὰ παντὸς ὡς μὴ δύνασθαι τὰ ἄνω βλέπειν, ἀλλ' οἱονεὶ κεκυφό- τας, τοῖς γηΐνοις ἐνερηρεῖσθαι πράγμασι. Πείσονται δὲ τοῦτο, φησὶν, οὐ μάτην· ἀλλ' ὅτι πάντες ἄνομοι γεγόνασι καὶ πονηροὶ, καὶ πᾶν στόμα λαλεῖ ἄνομα. Πῶς γὰρ οὐκ ἄνομοι, καὶ ἁπάσης ἔμπλεοι πονηρίας, οἱ θανάτῳ περιβαλεῖν σπουδάσαντες τὸν καλοῦντα πρὸς ζωὴν, τὸν οὐκ εἰδότα τὴν ἁμαρτίαν, καίτοι τοῦ νόμου λέγοντος σαφῶς· "6Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς;"6 Πῶς οὐ πᾶσα γλῶσσα τῶν Ἰουδαίων λελάληκεν ἄδικα; Κατεκεκράγεσαν γὰρ τοῦ Χριστοῦ Πιλάτῳ λέγοντες· "6Αἶρε, αἶρε, σταύρωσον αὐτόν."6 Καὶ, "6Ἐὰν μὴ τοῦτον ἀποκτε
About this text
Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.
English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.
Witnesses
- Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.