Isaiah commentary Book I Logos 2 opening
Book I Logos 2.
Word of the Lord continued; judgment and hope toward Christ.
Greek
ΛΟΓΟΣ Βʹ.}1 9Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἡσαΐαν, υἱὸν Ἀμὼς, περὶ τῆς Ἰουδαίας καὶ περὶἹερουσαλήμ.9 Συγγενῆ τοῖς φθάσασι τὰ προκείμενα, καὶ διὰ τῶν ἴσων ἐννοιῶν ἐρχόμενα κατίδοι τις ἂν αὐτὰ, λεπτὸν ἐπιστήσας τοῖς θεωρήμασι τῆς διανοίας τὸν νοῦν. Γεγόνασι γὰρ οἱ πάλαι παρὰ Θεοῦ λόγοι πρὸς τὸν θεσπέσιον προφήτην περὶ τῆς 21 Ἰουδαίας καὶ περὶ τῆς Ἱερουσαλήμ. ∆οκεῖ δέ πως, μέσην τινὰ καὶ οὐ σφόδρα σαφῆ τῆς ὁράσεως τὴν ἀπόδοσιν ἔχειν τοῦ φάναι περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ. Πλὴν ὡς ἔνι σαφηνιοῦμεν αὐτὴν τὴν τῆς ὁράσεως δύναμιν, οἱονεί πως ἐν βραχεῖ συνενεγκόντες εἰς νοῦν. Ἐπειδὴ γὰρ τῆς μὲν αἰσθητῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλὴμ τὴν δῄωσιν πειρᾶται λέγειν, τῆς γε μὴν ἐν Χριστῷ καὶ νοητῆς τὴν ἀνάδειξιν, καὶ τὴν ἐν τῷδε τῷ κόσμῳ φανέρωσιν· ταύτης ἕνεκα τῆς αἰτίας, οὐχ ὑπέρ γε τῆς Ἰουδαίας, οὔτε μὴν κατὰ τῆς Ἱερουσαλὴμ, ἀλ-λὰ περὶ τῆς Ἰουδαίας, καὶ περὶ τῆς Ἱερουσαλὴμ τε-θεᾶσθαί φησι τὴν ὅρασιν. Αἰσθητὴν δέ φαμεν τὴν Ἰουδαίαν, καὶ μέντοι καὶ Ἱερουσαλὴμ, αὐτὴν μὲν τὴν χώραν ἐν ᾗ κατῴκηκεν ὁ Ἰσραὴλ, καὶ αὐτὸ τὸ σύστημα τῆς Ἰουδαίων συναγωγῆς. Νοητὴν δὲ πάλιν Ἱερουσαλὴμ, ἤγουν Ἰουδαίαν, τὴν Ἐκκλησίαν εἶναινομιοῦμεν, ἤτοι τὴν ἐν πνεύματι περιτομὴν, τοῦτ' ἔστι, τοὺς ἐν Χριστῷ τὴν ἀχειροποίητον περιτομὴν εἰς νοῦν ἔχοντας καὶ καρδίαν. Καὶ γοῦν Ἰουδαίοις 70.68 ἐπεφώνησέ τις τῶν ἁγίων προφητῶν· Περὶ τμήθητε τῷ Θεῷ, καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ἡμῶν, ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ. Οἶδεν δὲ ὁ θεσπέσιος Παῦλος Ἰουδαῖον ἕτερον, οὐ τὸν κατὰ σάρκα μᾶλλον, ἀλλὰ τὸν ἐν πνεύματι. Γράφει γὰρ οὕτως· "6Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας, ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώ- πων, ἀλλ' ἐκ τοῦ Θεοῦ."6 Χρὴ τοιγαροῦν νηφαλίως ἐπι- τηρεῖν, πηνίκα μὲν ὁ προφήτης κατὰ τῆς Ἱερουσα- λὴμ, ἤγουν Ἰουδαίας, ποιεῖται λόγους, πηνίκα δὲ περὶ τῆς ἐν Χριστῷ καὶ νοητῆς, ἣ καὶ ἀληθῶς ἐστι τελεία καὶ ἄμωμος. Τί τοίνυν φησίν; 9Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων. Καὶ ὑψωθήσεται ὑπεράνω τῶν βου- νῶν, καὶ ἥξουσιν ἐπ' αὐτὸ πάντα τὰ ἔθνη. Καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσιν· ∆εῦτε ἀνα- βῶμεν εἰς τὸ ὄρος το
About this text
Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.
English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.
Witnesses
- Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.