Book I Logos 1 (Isa 1 vision) rem close CLOSEOUT
Rem CLOSEOUT: Logos 1 CLOSEOUT.
Greek
ἀπειθὲς καὶ δυσήκοον; 9Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως; πρὶν ἡ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί.9 Καταθαυμάζει τρόπον τινὰ τῆς Ἰουδαίων συν- αγωγῆς τὴν οὕτω σαθρὰν, καὶ οὐκ εὐάφορμον μετα- βολὴν, τῆς εἴς γε τὰ χείρω, φημὶ, καὶ τὴν ἐκ τῶν ἀμεινόνων εἰς τὰ αἰσχίω μετάστασιν. Νόμῳ μὲν γὰρ τῷ διὰ Μωσέως τὴν τοῦ συμφέροντος γνῶσιν ἐπαι- δεύετο, καὶ εἰς ἕκαστα τῶν πρακτέων διακομιστὴν ἔχουσαν τὸν τοῦ Θεοῦ λόγον, λαμπρὰ καὶ εὐδοκιμω- τάτη, καὶ ἀξιάγαστος ἦν, πλείστοις ὅσοις ἀνδράσι διαπρεπὴς, οἷς ὁ τῆς δικαιοσύνης καρπὸς ἐπήνθησε πλουσίως, καὶ ἀξιόληπτος ἦν τῷ Θεῷ. Ἦσαν μὲν γὰρ ἐν αὐτῇ προφῆταί τε καὶ ἱερεῖς, καὶ τῶν τῆς δικαιοσύνης ἔργων μελεδωνοὶ, καὶ λαῶν ἡγούμενοι φυλάττοντες κρίσιν, καὶ νόμον ἔχοντες ἐπὶ γλώττης, καὶ τρόπῳ παντὶ χρηστῷ τε καὶ ἀγαθῷ κατηγλαϊ- σμένοι. Εἶτα τῶν τοιούτων ἁπάντων ἐστερημένη, μᾶλλον τῆς ἀρχαίας ἐκείνης ἐπιεικείας ἀλογεῖν ἑλομένη, καὶ θεμένη παρ' οὐδὲν τὴν εἰς Θεὸν αἰδῶ, καὶ ἀγάπησιν πρὸ μὲν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας προσκεκύνηκε τοῖς μὴ φύσει θεοῖς, τὸν ἕνα τε καὶ ἀληθῶς ∆εσπότην ταῖς εἰς τοῦτο πορνείαις ἐκτόπως περιυβρίζουσα. Καὶ οἷά τις πολύκοινος καὶ σεσοβη- μένη γυνὴ κατὰ πολλοὺς ἠσέβησε τρόπους. Ἄλλοτε ἄλλοις προσκειμένη καθηγηταῖς, πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχθημένων παρὰ Θεοῦ διακομίζειν εἰδόσιν. Αἰτιᾶται γοῦν αὐτὴν διὰ φωνῆς Ἱερεμίου λέγων ὁ τῶν ὅλων Θεός· "6Ἴδε ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραὴλ, ἐπεπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν ἐκεῖ."6 Καὶ πάλιν ὡς πρὸς αὐτήν· "6Ἐὰν ἐξαπο- στέλλῃ ἀνὴρ τὴν 15 γυναῖκα αὐτοῦ, καὶ ἀπελθοῦσα ἀπ' αὐτοῦ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακαλύπτουσα ἀνα- καλύψει πρὸς αὐτὸν ἔτι; οὐ μαινομένη μιανθήσεται γυνὴ ἐκείνη; καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολ- λοῖς, καὶ ἀνεκάλυπτες πρός με, λέγει Κύριος. Ἆρον τοὺς ὀφθαλμούς σου εἰς εὐθεῖαν, καὶ ἴδε, ποῦ οὐκ ἐξεφύρθης, ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς, ὡσεὶ κο- ρώνη ἐν ἐρήμῳ μόνῃ. Καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου, καὶ ἐν ταῖς κακίαις σου, καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ. Ὄψις πόρ- νης ἐγένετό σοι, ἀπηνῃσχύν[τ]ησας πρὸς πάντας."6 Καταφρονήσασα γὰρ, ὡς ἔφην, τῆς ὑπὸ Θεῷ δου- λείας, ἐτράπετο πρὸς ἀπόστασιν καὶ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ τοῖς τῶν εἰδώλων θεραπευταῖς, ἐχρῆτο ποιμέσι καὶ διδασκάλοις. Καὶ ταυτὶ μὲν, ὡς ἔφην, πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τῆς τῶν Ἰουδαίων Συναγωγῆς τὰ ἐγκλήματα. Ἐπειδὴ δὲ τοῖς ἐπὶ τῆς γῆς ἐπέλαμψεν ὁ Χριστὸς (ἐπέφανε γὰρ ἡμῖν, κατὰ τὸ γεγραμμένον, Θεὸς Κύριος), οὐκ αὐτῷ μᾶλλον ἐχρῆτο παιδευτῇ· τετίμηκε δὲ διδασκαλίας, ἐντάλματα
About this text
Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.
English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.
Witnesses
- Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.