Commentary on Isaiah · §book5-part2-rem-early

Book V part 2 rem early

Rem early: Book V Isaian consolation and awakening oracles toward Christ.

Greek

της ὀνίνησι μὲν οὐ μετρίως τοὺς ἐνορῶντας αὐτοῖς. Καὶ γοῦν ἔφη Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις· "6Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς."6 Οὐκοῦν ἐσόμεθα λαμπροὶ πε- ριφοιτώσης ἡμᾶς καὶ οἷον ἀμφιεννύσης τῆς παρὰ Θεοῦ δόξης, οἷς ἂν χαρίσαιτο τοῖς [ἴσ. τῆς] δικαιοσύνης ἐπιμεληταῖς· τούτων δὴ οὖν ὑπαρξάντων σοι, φησὶ, βοήσῃ τότε, καὶ ὁ Θεὸς εἰσακούσεταί σου, ἔτι λαλοῦν- τός σου ἐρεῖ· Ἰδοὺ πάρειμι· "6Εὐχαῖς γὰρ δικαίων ἐπ- ακούει,"6 κατὰ τὸ γεγραμμένον. Καὶ καθά φησιν ὁ Μελῳδὸς, "6Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν."6 Κατανεύσει μὲν γὰρ τοῖς αἰτοῦσιν ὡς ἀγαθὸς, ἀλλ' οὐχ ἅπασι παραχρῆμα. Τοῖς γε μὴν διαπρέψασιν ἐν δικαιοσύνῃ, μελλησμοῦ δίχα παντὸς ὀρέγει τὰ αἰτήματα, καὶ ἑτοιμοτάτην αὐτοῖς ὑπέχει τὴν ἀκοὴν, ὥστε καὶ ἐφ' ἑκάστῳ τῶν αἰτημάτων χαίροντας λέγειν· "6Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ."6 Οὐκοῦν τὸ ἀνυπέρθετον τῆς φιλοτιμίας, καὶ τὸ λίαν ἕτοιμον τοῦ διδόντος Θεοῦ παρίστησιν ἐναργῶς τὸ, Ἰδοὺ πάρειμι, βοᾷν, ἔτι λαλοῦντος δικαίου, ἀνατείνοντός τε τὰς λιτάς. 9Ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον, καὶ χειροτο- νίαν, καὶ ῥῆμα γογγυσμοῦ, καὶ δῷς πεινῶντι τὸν ἄρτον σου, καὶ ψυχὴν τεταπεινωμένην ἐμ- πλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ἐν μεσημβρίᾳ, καὶ ἔσται ὁ Θεός σου μετὰ σοῦ διαπαντός.9 Τὰ τῶν μαθημάτων ἐξαίρετα κἂν πολλάκις λέγηταί τισιν, ἀλλ' οὖν ἔχει τὸ ὀνησιφόρον. Γράφει γοῦν ὁ πάνσοφος Παῦλος τοῖς δι' αὐτοῦ πιστεύσασι· "6Τὰ αὐτὰ λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές."6 Οὐκοῦν πολυτρόπως διὰ τῶν αὐτῶν ἡμῖν ἔρχεται λέ- γων καὶ τὰς τῆς εὐδοκιμήσεως ὁδοὺς ἐναργεῖς καθ- ιστὰς, καὶ τῶν δοθησομένων τοῖς ἁγίοις γερῶν τὴν φαιδρότητα διηγούμενος, ἵνα καὶ ἔτι μειζόνως προ- θυμοτέρους ἐργάσηται πρὸς τὸ ἑλέσθαι δρᾷν τὰ δι' ὧν ἂν γένοιντο σεπτοὶ, καὶ τὴν ἄνωθεν καὶ παρ' αὐτοῦ 70.1292 φιλοτιμίαν εὑρήσουσιν. Οὐκοῦν, "6Ἐὰν ἀφέλης, φη- σὶν, ἀπὸ σοῦ σύνδεσμον, καὶ χειροτονίαν."6 Καὶ σύνδεσμον μὲν, ὥς γε οἶμαι, φησὶ τὴν τῶν ἐθνῶν μοχθηρίαν, σκαιότητά τε καὶ τὸ φιλόνεικον, καὶ τὸ οἷον συνδέσμους πραγμάτων ἐργάζεσθαι κατά τινων, καὶ σκολιῶν εὑρεμάτων ποιεῖσθαι ζητήσεις, ὡς κατα- δεσμεῖν ἔσθ' ὅτε τινὰς, καὶ ἀφύκτοις περιστάσεων ἐνιέναι βρόχοις. ∆εῖ γὰρ ἁπλοῦν, καὶ εὐπρόσιτον εἶναι τὸν ἄνθρωπον, εἴπερ ἔχοι σκοπὸν ἐφορᾶσθαι παρὰ Θεοῦ, καὶ τῶν παρ' αὐτοῦ γλίχεσθαι χαρισμάτων. Χειροτονίαν δὲ τάχα πού φησι τὴν δωροδοκίαν, καὶ τὸ λημμάτων αἰσχρῶν ἐφίεσθαι, φαμὲν γὰρ ἔσθ' ὅτε

About this text

Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.

English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.

Witnesses

  • Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.