Commentary on Isaiah · §book5-part2-open

Isaiah commentary Book V part 2 opening

Book V part 2.

Book V Isaian consolation and awakening oracles toward Christ.

Greek

ΤΟΜΟΣ ∆ʹ.}1 9Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε. Τότε βοήσεις, καὶ ὁ Θεὸς εἰσακούσεταί σου. Ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι.9 Εἰ καθαρῶς, φησὶ, νηστεύσειας, καὶ διεσμηγμένας τὰς χεῖρας ἀποδείξειας τῷ Θεῷ, καὶ ῥύπου παντὸς ἀπηλλαγμένον τὸν νοῦν, ἤγουν ὅταν ἀποσμήχῃ τοῦ καταπαίειν πυγμαῖς ταπεινὸν, καὶ ὑπονύσσειν μὲν τοὺς ὑποχειρίους εἰς κρίσιν καὶ μάχας, ἕπεσθαι δὲ τοῖς αὐτοῦ [γρ. σοῦ] θελήμασι καὶ φιληδονίαις, ὅταν διαθρύψῃς πεινῶντι τὸν ἄρτον, γυμνὸν ἀμφιέσῃς, πτωχοὺς ἀστέγους εἰσαγάγῃς εἰς τὸν οἶκόν σου· τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου. Ἔμφασιν ἔχει πλεί- στην ὅσην ὁ λόγος. Οὐ γὰρ ἁπλῶς ἔφη, ∆οθήσεταί σοι παρὰ Θεοῦ τὸ φῶς, ῥαγήσεται δὲ μᾶλλον, οἷον ἀστρα- πῆς τινος δίκην, σὺν ὁρμῇ καὶ δρόμῳ καθιέμενον παρὰ Θεοῦ, δι' οὗ διαδείκνυται σαφῶς τοῦ χορηγοῦν- τος ἡ προθυμία. Πρώϊμον δὲ λέγων, ὅτι καὶ πρὸ καιροῦ καταφοιτήσει, διδάσκει. Οἶδε μὲν γὰρ, οἶδεν ὁ τῶν καθ' ἡμᾶς ταμίας Θεὸς, ὁ πνευματικῶν χαρισμά- των δοτὴρ, ταῖς ἐφ' ἑκάστῳ φιλοτιμίαις τὸν καιρὸν ἐοικότα. Ἀλλ' εἴ τις γένοιτο καλός τε καὶ ἀγαθὸς, καὶ προσέτι φιλοικτίρμων καὶ εὐήνιος, τούτῳ καὶ πρώϊμα τὰ παρ' αὐτοῦ δοθήσεται γέρα, ὥστε καὶ ἀσταχύων δίκην ἀνατέλλειν ἐν αὐτῷ· καὶ τὰ ἰάματα αὐτοῦ, τουτέστιν, ἁπάσης ἀῤῥωστίας ἀποβολὴν, 455 καὶ τῶν 70.1289 ἀμεινόνων ἀντεισδρομήν. Ψυχικῶν γὰρ ἀῤῥωστημά- των ὅταν ἀπαλλάττηταί τις, καρποφορήσει πάντως τὴν εἰς ἅπαν ὁτιοῦν τῶν ἀγαθῶν ἔφεσίν τε καὶ προ- θυμίαν. Φωτὸς οὖν ἐν ἡμῖν διαυγάσαντος τοῦ θείου τε καὶ νοητοῦ, συνανατέλλει πάντη τε καὶ πάντως καὶ τὰ ἰάματα, Θεοῦ μοτοῦντός τε ἡμᾶς καὶ ἀπονευροῦν- τος τὰ πάθη, καὶ ἀντεισκρίνοντος ἐν ἡμῖν τὸ θέλειν ἀγαθουργεῖν, καὶ διαπρέπειν ἐν δικαιοσύνῃ. Ταύτῃτοί φησιν, ὅτι "6Προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιο- σύνη σου."6 Προπορεύσεται δὲ προεξευμαρίζουσα δηλονότι τὴν εἰς εὐσέβειαν ὁδὸν, καὶ τὸ τραχὺ μεθ- ιστῶσα πρὸς τὸ λεῖόν τε καὶ βάσιμον, καὶ τὸ ἄναντες καταφέρουσα, καὶ τὸν ἐφ' ἅπασι τοῖς ἀρίστοις οἱονεὶ κατευθύνουσα δρόμον. Προσεπάγει δέ τι καὶ ἕτερον. "6Ἡ γὰρ δόξα τοῦ Θεοῦ, φησὶ, περιστελεῖ σε,"6 τουτ- έστι, κυκλώσει σε, καὶ ἀπόβλεπτόν σε καταστήσει, καὶ κοινὸν ὠφέλημα πολλοῖς. Ἡ γὰρ τῶν ἁγίων φαιδρό

About this text

Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.

English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.

Witnesses

  • Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.