Commentary on Isaiah · §book5-part1-rem-early

Book V part 1 rem early

Rem early: Book V Isaian consolation and awakening oracles toward Christ.

Greek

ης κηλῖδος ἀπηλλαγμένοι. 70.1145 ∆εδικαιώμεθα γὰρ διὰ πίστεως τῆς εἰς αὐτὸν, καὶ τὴν παρ' αὐτοῦ πρὸς πᾶν ὁτιοῦν ἀσφάλειαν πεπλουτή- καμεν, καὶ οἷον τετειχίσμεθα τῇ παρ' αὐτοῦ χάριτι, πᾶσαν ἡμῶν ἀποσοβοῦντος ἔφοδον διαβολικὴν, καὶ τὰς τῶν ἀντικειμένων δυνάμεων ἀγρίας ἐπαναστάσεις. Καὶ τοῦτο διδάσκει λέγων ὡς πρός γε τὴν Σιὼν, ἤγουν τὴν Ἱερουσαλὴμ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶν-τος· Οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερί- τμητος καὶ ἀκάθαρτος. Ἱστορικῶς μὲν γὰρ τοιῶσδε συνήσεις τὸ εἰρημένον· Τὰ περίοικα τῆς Ἱερουσαλὴμ ἔθνη, ἀπερίτμητα καὶ ἀκάθαρτα νοηθεῖεν ἂν, οὔτε Θεὸν εἰδότα τὸν φύσει καὶ ἀληθῶς, οὔτε μὴν τὴν διά γε τοῦ νόμου λαχόντα παιδαγωγίαν· ἐμάχοντο δὲ καὶ μάλα συχνῶς πρὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ, ὥστε καὶ ἀμείνους ὁρᾶσθαι πλεισταχοῦ τῆς ἐνούσης δυνά- μεως αὐτοῖς, μονονουχὶ δὲ καὶ παρῄεσαν δι' αὐτῆς, ὡς ἐῤῥιμμένην ὑπὸ πόδας ἔχοντες αὐτήν. Ἀπὸ δὲ τῶν ἱστορικῶς συμβαινόντων ἔσθ' ὅτε, φέρε, δια- πλάττωμεν τὰ πνευματικά. Τὰ τῶν δαιμονίων στίφη, τοῦτ' ἔστιν οἱ κοσμοκράτορες τοῦ σκότους τούτου, καὶ σὺν αὐτοῖς ὁ βέβηλος Σατανᾶς, τὰς οὔπω γεγενη- μένας ὑπὸ Θεῷ ψυχὰς ὑπὸ πόδας ἔχουσι, καὶ οἷον διέρχονται δι' αὐτῶν, ἐγκόπτοντος οὐδενὸς, ἤγουν ἐπαμύνοντος· ἐπειδὰν δὲ Θεῷ προσῳκειωμέναι δόξαν καὶ ἰσχὺν ἔχωσιν αὐτὸν, τότε δὴ, τότε πεπαύσεται τὰ τῆς ἐκείνων πλεονεξίας. Γέγραπται γὰρ, ὅτι "6Παρεμ- βαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς."6 Ἀπερίτμητοι οὖν καὶ ἀκά- θαρτοι νοηθεῖεν ἂν αἱ βδελυραὶ, καὶ βέβηλοι, καὶ ῥύπου παντὸς ἐμποιητικαὶ, καὶ πονηραὶ, καὶ ἀντικεί- μεναι δυνάμεις. 9Ἐκτίναξαι τὸν χοῦν, καὶ ἀνάστηθι, καὶ κάθ- ισον, Ἱερουσαλήμ. Ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἡ αἰχμάλωτος θυγάτηρ Σιών.9 Καυχημάτων ἁγιοπρεπῶν ἀποφαίνει λοιπὸν ἐπι- στήμονα· καὶ τίνα τρόπον ἐνδύσεται τὴν ἰσχὺν τοῦ βραχίονος αὐτῆς, καὶ πρός γε τούτῳ τὴν δόξαν, διδά- σκει σαφῶς. Πρῶτον μὲν ἀποτινάξασθαι κελεύει τὸν χοῦν, ἀναστῆναί τε οὕτω, καθίσαι τε, καὶ ἐκδύσα- σθαι τὸν δεσμὸν τοῦ τραχήλου· καὶ χοῦν ἐν τούτοις, καθάπερ ἐγᾦμαι, νοεῖσθαι προσήκει τὸ γεῶδες φρόνημα, καὶ τῶν σαρκικῶν ἐπιθυμιῶν τὴν ἀκαθαρ- σίαν. Ὥσπερ γὰρ τοῖς χαμαὶ κειμένοις πᾶσά πως ἀνάγκη χοῦ καὶ κόνεως ἀναπίμπλασθαι, κατὰ τὸν ἴσον οἶμαι τουτονὶ τρόπον, καὶ τοῖς τὸν νοῦν ἔχουσι χαμαιῤῥιφῆ καὶ γεῶδες τὸ φρόνημα, οἱ τῆς 422 σαρκικῆς ἀκαθαρσίας ἐνιζάνουσι λογισμοί. Χρὴ τοιγαροῦν ἡμᾶς κεκλημένους εἰς οἰκειότητα τὴν πνευματικὴν, τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, καὶ αὐτὸν ἐνδύσασθαι μέλλοντας ὡς ἰσχὺν καὶ δόξαν, προαποτινάξασθαι τὸ χοϊκὸν καὶ γεῶδες φρόνημα, καὶ προκαθᾶραι τὸν νοῦν, κ

About this text

Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.

English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.

Witnesses

  • Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.