Isaiah commentary Book V part 1 opening
Book V part 1.
Book V Isaian consolation and awakening oracles toward Christ.
Greek
ΒΙΒΛΙΟΝ Εʹ, ΤΟΜΟΙ ΕΞ. ΤΟΜΟΣ Αʹ.}1 9Ἐξεγείρου, ἐξεγείρου, Σιών· ἔνδυσαι τὴν ἰσχύν σου, Σιὼν, καὶ ἔνδυσαι τὴν δόξαν σου, Ἱερουσα- λὴμ, πόλις ἡ ἁγία· οὐκέτι προστεθήσεται διελ- θεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος.9 Σιών τε καὶ Ἱερουσαλὴμ ἀκούων ἐν τούτοις, μὴ πόλεις ἁπλῶς τὰς ἐκ λίθων ἐγηγερμένας καταδηλοῦ- σθαι νομίσῃς. Σημαίνει δὲ μᾶλλον τῆς προφητείας ὁ λόγος τῶν κεκλημένων διὰ τῆς πίστεως τὴν ὁμήγυριν, ἤγουν Ἐκκλησίαν ἔκ τε τῶν Ἰουδαϊκῶν ταγμάτων καὶ ἐξ ἐθνῶν. Τό γε μὴν, Ἐξεγείρου, λέγων, καὶ μάλα συχνῶς, δαψιλεστάτην αὐτοῖς χαρίζεται τὴν παρά- κλησιν. Ὥσπερ, γὰρ καθά φησιν ὁ πάνσοφος Παῦλος, "6Οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χά- ρις·"6 421 οὕτως, ἔνθα πολὺ τὸ πικρὸν τῆς δίκης, ἐκεῖ ἰσοπαλὴς ταῖς συμφοραῖς παράκλησις, μᾶλλον δὲ πολὺ λίαν τῶν ἀμυδρῶν ἀμφιλαφεστέρα. Ἐνδύσα- σθαι δὲ προστέταχε τὴν ἰσχὺν αὐτῆς, καὶ πρός γε τούτῳ τὴν δόξαν. Καὶ ἰσχὺς μὲν ἡ κατ' ἐνέργειαν πρακτικὴ νοοῖτ' ἂν εἰκότως, καθ' ἣν ἡ ἑκάστου ψυχὴ πρὸς τόδε τι τυχὸν τῶν πρακτέων ἴεται σὺν φρονήματι νεανικῷ. ∆όξα δὲ τίς ἂν ἕτερος εἴη παρὰ τὸν τῆς δόξης Κύριον, ὅς ἐστι Χριστός; πρὸς ὅν πού φησι καὶ ὁ θεσπέσιος μελῳδὸς, ποτὲ μὲν, ὅτι "6Ἐξεγέρθητι, ἡ δόξα μου·"6 ποτὲ δὲ πάλιν περὶ παντὸς τοῦ πιστεύον- τος εἰς αὐτὸν, ὅτι "6Τὸ καύχημα τῆς δυνάμεως αὐ- τῶν σὺ εἶ."6 Ἐνδυσόμεθα δὲ τίνα τρόπον τήν τε δόξαν, καὶ τὴν ἰσχὺν αὐτὴν, διεσάφησεν ἡμῖν ὁ πάνσοφος Παῦλος. Ἔφη δὲ πάλιν· "6Ἐνούσασθε τὸν Κύριονἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν."6 Καὶ προσέτι τούτῳ· "6Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε."6 Ναὶ μὴν καὶ ὁ προφήτης Ἡσαΐας ὡς ἐν τάξει γυναι-κὸς πολυτρόπως ὡραϊσμένης τὸ τῆς Ἐκκλησίας πρόσωπον εἰσκεκόμικε λέγων· "6Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτη- ρίου, καὶ χιτῶνα εὐφροσύνης."6 Ἄμφιον οὖν ἄρα Χρι- στὸς ἁγίῳ παντὶ πρεπωδέστατον· καὶ χιτὼν εὐφροσύ- νης τῆς νοητῆς, πρόξενος ἡμῖν ἰσχύος καὶ δόξης. Ἁγίαν δὲ πόλιν ὀνομάζει τὴν Ἐκκλησίαν. Ἡγιάσθη τε γὰρ οὐ διά γε τῆς κατὰ νόμον λατρείας (τετε- λείωκε γὰρ ὁ νόμος οὐδένα), ἀλλὰ σύμμορφος γενομένη Χριστῷ, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνὸς, κατὰ μέθεξιν δηλονότι τοῦ ἁγίου Πνεύματος, ἐν ᾧ καὶ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀπολυτρώσεως, πάντα ῥύ- πον ἀπονιψάμενοι, καὶ ἁπάσ
About this text
Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.
English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.
Witnesses
- Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.