Book II Tomos 2 rem mid
Rem mid: historia and spiritual theoria held together.
Greek
των ἐν αὐτῇ· διάτοι τὸ ἠρημῶσθαι παντελῶς. Ἰστέον δὲ ὅτι τὰ Σαρακηνῶν ἔθνη, καὶ μέχρις αὐτῆς διήκοντα τῶν Ἀσσυρίων, καὶ τὴν ἐσωτάτω νεμομένους ἔρημον, Ἄραβας ὀνο- μάζει. Γείτονα γὰρ ἔχουσι τὴν Ἀράβων. Εἰκὸς δὲ δὴ καὶ αὐτοὺς τοὺς ἐξ Ἀραβίας Σαρακηνοὺς ἀναμὶξ τὰς Ἀσσυρίων ἐρήμους περιφοιτᾷν. 9Καὶ ἀναπαύσονται ἐκεῖ θηρία, καὶ ἐμπλησθή- σονται αἱ οἰκίαι ἤχου. Καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται. Καὶ ὀνο- κένταυροι ἐκεῖ κατοικήσουσιν, καὶ νοσσοποιή- σουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν. Ταχὺ ἔρχεται, καὶ οὐ χρονιεῖ.9 Φίλον πως ἀεὶ τοῖς ἀνημέροις τῶν ζώων ἐνδιαί- τημα ποιεῖσθαι τὰ τῶν χωρίων ἠρημωμένα, καὶ πόλις ἐρειπομένη πλείστας τε ὅσας αὐτοῖς, καὶ μὴν καὶ εὐρεῖς τὰς καταδύσεις ἀποτελεῖ αὐτορόφους τε καὶ ἐσχεδιασμένας, καὶ ὡς ἀπό γε τοῦ συμβεβηκότος αὐτομάτως ἐξηυρημένας· ἐν ἐρήμοις τε καὶ τοῖς σιωπῶσι τῶν τόπων, ἠχώ τις ἰσχνὴ, καὶ οἷον ἀπὸ σιγῆς τῆς ἄγαν, οὐκ οἶδ' ὅπως, ἀνίσχει τε καὶ ταῖς τῶν ἠρεμούντων ἀκοαῖς εἰσκρίνεται. Οὐκοῦν θηρία μὲν ἀναπαύσεται, φησὶν, ἤχου δὲ αἱ οἰκίαι πλησθήσονται· τοῦτ' ἔστιν, οὐδένα παντελῶς τὸν οἰκοῦντα ἔχουσαι, τὴν ταῖς ἐρημίαις πρέπουσαν ἠχῶ κατακτήσονται. Ὀρχήσονται δὲ, φησὶν, ἐκεῖ καὶ δαιμόνια. Φασὶ γάρ πως καὶ αὐτὰ τοῖς ἠρεμοῦσι τῶν τόπων ἴδιον ἐμφι- λοχωρεῖν, καὶ οἷον ἐναύλισμα ποιεῖσθαι σχολαῖον. Σειρῆνας δὲ, οἶμαι, φησὶ τὰ εὐστομεῖν εἰδότα πτηνὰ, ἢ, κατά γε τὴν Ἑβραίων ἔκδοσιν, τὴν γλαῦκα. Τοὺς δέ γε τῶν ὄνων ἀγρίους ὀνοκενταύρους ὠνόμασεν· καὶ μὴν καὶ ἐχίνους τοὺς ἀκάνθαις ὀξείαις οἱονεὶ φρίττοντας τῶν μυῶν. Ταυτὶ δὲ σύμπαντα πρέποι ἂν εἰκότως ταῖς εἰσάπαν ἠρημωμέναις ἢ πόλεσιν ἢ οἰ- κίαις. Ἐπιλέγει δὲ τούτοις, ὅτι ταχὺ ἔρχεται, καὶ οὐ χρονιεῖ. Ἢ τοῖς Ἀσσυρίοις πικροτέραν ἐνιεὶς 70.365 τὴν φροντίδα, ἤγουν τοῖς ἐξ αἵματος Ἰσραὴλ παρά- κλησιν οὐ μικρὰν τὸ χρῆμα ποιούμενος. Ἐπειδὴ γὰρ ἦσαν ἐν αἰχμαλωσίᾳ, ἀνεθήσεσθαί γε μὴν προσ- εδόκων καταστρατεύσαντος τῆς Βαβυλωνίων ὁμοῦ Πέρσαις τε καὶ Μήδοις τοῦ Κύρου, ταχεῖαν αὐτοῖς ὑπισχνεῖται τῶν ἀνιαρῶν τὴν λύσιν, καὶ ὅτι τὰ ἐν εὐχαῖς οὐκ εἰς ἀνάβλησιν ἔσται μακρὰν, ἀλλ' οἷον δραμεῖται κατὰ πόδα τοῦ λόγου. 9Καὶ ἐλεήσει Κύριος τὸν Ἰακὼβ, καὶ ἐκλέξεται ἔτι τὸν Ἰσραὴλ, καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γηώρας προστεθήσεται ἐπ' αὐτούς. Καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ἰακώβ· καὶ λήψονται αὐτοὺς ἔθνη, καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν. Καὶ κατακληρονομήσουσι, καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ Θεοῦ, εἰς δού- λους καὶ εἰς δούλας· καὶ ἔσονται αἰχμάλωτοι, οἱ αἰχμαλωτεύσαντες αὐτοὺς, καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτῶν· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀναπα
About this text
Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.
English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.
Witnesses
- Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.