Book II Tomos 2 rem early
Rem early: Book II Tomos 2 Isaian oracles toward Christ.
Greek
ἦσαν σκληροί τε καὶ ἀπειθεῖς, βδελυρὰν καὶ ἐκνομωτάτην ἐπιτηδεύοντες ζωήν. Οἰκονομικώ- τατα τοίνυν ὁ τῶν ὅλων Θεὸς μετὰ πληγὴν καὶ μά- στιγας καὶ τὰ ἐκ τῶν πολεμίων συμβεβηκότα κατὰ καιροὺς αὐτοῖς, καὶ τῶν ἡδίστων καὶ κατευφραίνειν εἰδότων ποιεῖται τὴν προαγόρευσιν· ὑπισχνεῖται δὲ ὅτι καὶ τοὺς ἤδη γεγονότας αἰχμαλώτους ὑπονοστῆσαι 126 παρασκευάσει, καὶ τῶν τῆς ταλαιπωρίας ἀνήσει δεσμῶν, παραδώσει δὲ καὶ αὐτοὺς τοὺς πάλαι νική- σαντας εἰς χεῖρας ἐχθρῶν. Ἦν γὰρ δή που καὶ μάλα εἰκὸς, εἰ καὶ ἀνουθέτητοι μεμενήκασιν ἐπ' ἐκείνοις, ἀλλ' οὖν ἑλέσθαι λοιπὸν τὸ κἂν γοῦν τοῖς δευτέροις ἐφησθῆναί τε ἅμα, καὶ εἰς ἐλπίδα τῶν ποθουμένων ἀναπτερουμένους, τὴν τῷ Θεῷ φιλαιτάτην τιμῆσαι λατρείαν, καὶ ἀκλόνητον αὐτῷ τηρῆσαι τὸ φρόνημα. Ἐπειδὴ τοίνυν, εἰ καὶ πολλοί τινες ἦσαν οἱ κατὰ καιροὺς τὴν τῶν Ἰουδαίων χώραν πεπορθηκότες, ἀλλ' οἵ γε τῶν ἄλλων ἀπηνέστεροί τε καὶ ἀγριώτεροι Χαλδαῖοι μάλιστα, καὶ οἱ τῆς Βαβυλῶνος βεβασιλευ- κότες κατὰ καιροὺς αὐτοῖς οἱονεὶ καὶ πρώτοις ὁ τῆς προφητείας λόγος ἐπιπηδᾷ καί φησιν· 9Ἐπ' ὄρους πεδινοῦ ἄρατε σημεῖον.9 ∆εῖν δὲ οἶμαι τῆς ἑρμηνείας τῶν προκειμένων ἀκριβῆ ποιεῖσθαι τὴν ἀπόδοσιν ᾑρημένους, προαφ- ηγήσασθαί τι τῶν ἀναγκαιοτάτων. Κύρος τοιγαροῦν, ὁ πατρὸς μὲν Καμβύσου γεγονὼς, μητρὸς δὲ Μαν- δάνης, Περσῶν τε καὶ Μήδων βεβασιλευκὼς, κατ- εστράτευσε τῆς Βαβυλῶνος, καὶ πάσης δὲ τῆς τῶν Χαλδαίων χώρας εὐρείας τε οὔσης καὶ πολλῆς ἄγαν· καὶ δὴ καὶ κεκράτηκεν. Εἷλεν αὐτὴν οὐ δυνάμεσιν ἰδίαις, οὔτε μὴν ἀλκιμωτέρᾳ χειρὶ χρήσασθαι δυνη- θεὶς (ἄμαχον γάρ τι καὶ ἀνανταγώνιστον τὸ Χαλ- δαίων ἔθνος ἦν, διά τε πληθὺν, καὶ τὸ εὖ μάλα γε- γυμνάσθαι τὰ τακτικὰ), Θεοῦ μᾶλλον ὑποφέροντος αὐτῷ τοὺς ἀνθεστηκότας, καὶ τὰ δυσσεβῆ τῶν Βαβυ- λωνίων κατασείοντος κράτη· διάτοι τὸ πλείστην μὲν ὅσην παρ' αὐτοῖς εἶναι τὴν γοητείαν· ἀριθμοῦ δὲ κρείττονα τὸν τῶν εἰδώλων ἐσμόν· καὶ γοῦν γῆ τῶν γλυπτῶν κατωνόμασται, ἢ διὰ τὴν τῶν εἰδώλων πληθὺν, ἤγουν ὅτι καὶ ἕκαστος τῶν ἐκεῖσε κατῳκη- κότων κατ' οὐδένα τρόπον εἰδώλου διενεγκὼν ἡλί- σκετο, κατά γέ φημι τὸ ἀσχέτως τε καὶ ἀκρατῶς ἀπονεῦσαι πρὸς πλάνησιν. Εἶτα πρὸς τούτοις, ὅτι τὴν ἁγίαν καὶ ἐκνεμηθεῖσαν τῷ Θεῷ καταδῃώσαντες γῆν, τοῦτ' ἔστι, τὴν Ἰουδαίαν, κατεμπρήσαντές τε τὰ Ἱεροσόλυμα, καὶ αὐτόν τε τὸν θεῖον ναὸν, ἀπεκόμι- σαν μὲν τὰ σκεύη τὰ ἱερὰ εἰς τὴν ἑαυτῶν, θυμῷ δὲ ἀκράτῳ χρώμενοι τὸν Ἰσραὴλ ἀπεκτόνασιν, καίτοι λαὸν ἅγιον ὠνομασμένον, μερίδα τε καὶ κλῆρον Θεοῦ. Ὅτι μὲν γὰρ εἰδωλολατρήσαντα τὸν Ἰσραὴλ παρεδί-δου Θεὸς εἰς χεῖρας ἐχθρῶν οὐκ ἀσυμφανὲς τοῖς τῶν 70.349 ἱερῶν γραμμάτων ἐπιστήμοσιν, ἀλλ' ἐκόλαζον οὐ μετρίως
About this text
Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.
English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.
Witnesses
- Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.