Homiliarum incertarum fragmenta Section XV opening
Section XV.
Lemma-led open — . Πλὴν ἐσπούδασεν ὁ Κύριος μήτε δι ολου φανερῶσαι τὴν ἑαυτοῦ θεότητα μήτε εἰς τὸ παντελὲς
Greek
XV. Πλὴν ἐσπούδασεν ὁ Κύριος μήτε δι' ολου φανερῶσαι τὴν ἑαυτοῦ θεότητα μήτε εἰς τὸ παντελὲς ἀποκρύψαι, τὸ μὲν διὰ τοὺς τότε, τὸ δὲ διὰ τοὺς μετὰ ταῦτα· ωστε δεῖξαι καὶ τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος τρανὰς τὰς ἐνεργείας, ινα μήτε ἡ θεία δύναμις ἀμβλυνθῇ μήτε ἡ ἀνθρωπίνη φύσις ἀπιστηθῇ. ἐπειδὴ γὰρ εμελλεν αιρεσις ἀνακύπτειν ἡ λέγουσα οτι φάντασμα ην τὸ σῶμα καὶ ἐξ οὐρανοῦ κατῆλθεν· οὐ γὰρ αν ελαβε τοῦ φθαρτοῦ σώματος σάρκα ἡ αφθαρτος φύσις, οὐδ' αν κατεδέξατο ῥύπον η μολυσμὸν η σπῖλον· ινα πιστώσηται ὁ Θεὸς τῶν ἀνθρώπων τὸ γένος ο τι τοῦτο ἐγένετο ο ἐσμεν, μένων ο ην, διὰ τοῦτο συνεχώρησε τῇ σαρκὶ πάσχειν τὰ ιδια, καὶ εδειξε διπλῆν τὴν ἐνέργειαν, πάσχων μὲν ὡς ανθρωπος, ἐνεργῶν δὲ ὡς Θεὸς ὁ αὐτός· οὐ γὰρ αλλος καὶ αλλος, εἰ καὶ αλλως καὶ αλλως. Τοῦ
About this text
Cyril of Alexandria, Homiliarum incertarum fragmenta (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Homiliarum incertarum fragmenta — new OET from PG 77 Greek.
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.