Section XIV rem close
Rem CLOSEOUT: Section XIV CLOSEOUT.
Greek
τῶν ἱερῶν ἀπομένουσι διδαγμάτων; αρα ὀκνῆσαι προσήκει τὸν μυσταγωγόν; ειτα ποίους εὑρήσει λόγους ἐπὶ τοῦ θείου βήματος τοὺς ἐπικουροῦντας αὐτῷ οταν αἰτιάσηται τῶν ἀκροωμένων τὸ ῥᾴθυμον καὶ εὐάφορμον ειπῃ διὰ τοῦτο τὸν οκνον; κατακριθήσεται γὰρ μᾶλλον ὡς εστιν ἰδεῖν ἐκ τῆς εὐαγγελικῆς παραβολῆς· ὁ γάρ τοι τὸ τάλαντον λαβὼν παρὰ τοῦ οἰκοδεσπότου, κατέχωσε μὲν εἰς γῆν αὐτὸ καὶ ἀπολυπλασίαστον εχων προσεκόμιζε λέγων "Κύριε ιδε εχεις τὸ σόν." αρ' ου ν ἐπῃνέθη καὶ γερῶν ἠξίωται, η κατεδικάσθη μᾶλλον 474 ὡς ὀκνηρός; " Εδει σε γὰρ, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν "μου τοῖς τραπεζίταις, κἀγὼ ἐλθὼν ἐκομισάμην αν τὸ ἐμὸν "σὺν τόκῳ." οὐκοῦν ὡς τραπεζίταις ὑμῖν ἐπιστήμοσι τὸ δεσποτικὸν ἀργύριον ἐξοδιάζω ἐγώ· ὑμεῖς δὲ λαβόντες, εἰς νοῦν ἀπόθεσθε τὸ δοθὲν καὶ εἰς τὸ βάθος τῆς ἑαυτῶν καρδίας κρύψατε, ευ εἰδότες οτι τὰ εἰς γῆν πεμπόμενα τῶν σπερμάτων ἐγχωννύμενα μὲν ταῖς βώλοις καρποφορεῖ, τὰ δὲ ἀκατάχωστα διαρπάζεται.
About this text
Cyril of Alexandria, Homiliarum incertarum fragmenta (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Homiliarum incertarum fragmenta — new OET from PG 77 Greek.
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.