Section XIV rem early
Rem early: Section XIV; historia and theoria toward Christ.
Greek
4 εὐημερίαν; επαινοι παρὰ Χριστοῦ καὶ ψῆφος δεσποτικὴ στεφανοῦσα τὸν φιλεργήσαντα, πιστὸν ὀνομάζει τὸν καρποφορήσαντα νοητῶς· μὴ γὰρ τῷ ∆εσπότῃ τὸ κέρδος προσήνεγκε; μὴ γὰρ χρῄζει τινὸς ἐν τοῖς καθ' ἑαυτόν; αὐτός ἐστι τὸ πάντων πλήρωμα καὶ ὡς ὁ πάνσοφος ̓Ιωάννης φησίν ̓Εκ τοῦ πληρώματος αὐτοῦ "πάντες ἡμεῖς ἐλάβομεν." ἀλλ' οταν ἡμεῖς ἑαυτοὺς κερδάνωμεν, προσωφελῶμεν δὲ καὶ ἑτέρους, τότε χαίρει Χριστὸς, πλοῦτον ἡγεῖται τὴν ἡμῶν εὐδοκίμησιν· καὶ τὸ ετι μεῖζον ἐρῶ· τροφὴν ωσπερ ποιεῖται τὸ πρᾶγμα. οτι δέ ἐστιν ἀληθὲς ο φημι, πάλιν ἐκ τῶν εὐαγγελικῶν μαθήσῃ γραμμάτων. νενουθέτηκε μὲν γὰρ τὴν ἐκ Σαμαρείας γυναῖκα· ειτα λεγούσης ἐκείνης " Οτε ελθῃ Μεσίας ἀπαγγελεῖ ἡμῖν 473 "πάντα," ἑαυτὸν ἐμφανῆ κατέστησε λέγων " ̓Εγώ εἰμι ὁ "λαλῶν σοι." καὶ τὸ μὲν γύναιον δρόμῳ συντείνεται καὶ τὴν Σαμαρειτῶν μεμυσταγώγηκε πόλιν· εἰδὼς δὲ Χριστὸς οτι πολλοὶ πιστεύσουσιν ἐπ' αὐτὸν, τοῖς ἁγίοις εφασκε μαθηταῖς " ̓Εγὼ βρῶσιν εχω φαγεῖν ην ὑμεῖς οὐκ οιδατε," τρέφει γὰρ ωσπερ τὴν ἡμερωτάτην φύσιν τῶν
About this text
Cyril of Alexandria, Homiliarum incertarum fragmenta (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Homiliarum incertarum fragmenta — new OET from PG 77 Greek.
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.