Homiliarum incertarum fragmenta Section XIV opening
Section XIV.
Lemma-led open — ∆όκιμοι γενέσθε τραπεζῖται·
Greek
XIV. ∆ιανέμει καὶ νῦν ὁ Σωτὴρ τάλαντα τοῖς ἰδίοις οἰκέταις κατά γε τὴν ἐν εὐαγγελίοις παραβολήν· οὐκοῦν ἁπλώσατε τὰς καρδίας καὶ ὑποδέξασθε χαίροντες· "∆όκιμοι γενέσθε τραπεζῖται·" ἐμπορεύσασθε τὸ δοθὲν ἐπιστημόνως· πολυπλασιάσατε ταῖς ἐπιεικείαις, μέγα καὶ ἁγιοπρεπὲς τὸ καύχημα καὶ τοὺς τῆς γνησιότητος ἐπαίνους προξενεῖ, καὶ τί τοῦτο λέγω, τὸ ετι μεῖζον ἀφείς; οὐρανοῦ πολίτην ἐργάζεται, εἰς βασιλείαν ἀναφέρει, αὐτῷ συνδοξάζεσθαι ποιεῖ τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. ιδωμεν δὲ τοῦτο καὶ ἐξ αὐτῶν τῶν εὐαγγελικῶν γραμμάτων· ὁ τὰ πέντε τάλαντα λαβὼν παρὰ τοῦ οἰκοδεσπότου, προσεργασάμενος δὲ καὶ ετερα πέντε, τί προσέρχεται λέγων; "Κύριε, πέντε τάλαντά μοι εδωκας, ιδε ἐποίησα αλλα "πέντε." ὁρᾶς οσον ἐστὶ τῆς φιλοπονίας τὸ καύχημα; καὶ τί πρὸς αὐτὸν εφη Χριστός; "Ευ δοῦλε ἀγαθὲ καὶ πιστὲ, "ἐπὶ ὀλίγα ης πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εισελθε "εἰς τὴν χαρὰν τοῦ κυρίου σου." τί τούτου τὸ μεῖζον εἰς δόξαν; τί τὸ αἱρετώτερον εἰς
About this text
Cyril of Alexandria, Homiliarum incertarum fragmenta (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Homiliarum incertarum fragmenta — new OET from PG 77 Greek.
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.