Section IX rem mid
Rem mid: Section IX; lemma continues; spiritual reading with the letter.
Greek
ἑαυτοῦ καλλίων; ἀλλ' οὐχ ουτω ταῦτ' εχει, μὴ γένοιτο· ην γὰρ ἐλεήμων καὶ εστιν ἀεί· καὶ ἐπειδὴ τοῦτό ἐστιν, ἐπελάβετο σπέρματος ̔Αβραὰμ, ιν' εἰς ἡμᾶς ἱερεὺς ἐλεήμων γένηται· καὶ τίνα τρόπον, ἐρῶ· οὐκ ην ἐν νόμῳ δικαιωθῆναι τὸν ανθρωπον, οὐκ ην παραβῆναι τὴν δοθεῖσαν ἐντολὴν, καὶ μὴ δίκας ὑποσχεῖν παραχρῆμα καὶ μέχρι θανάτου· πιστώσεται δὲ γράφων ὁ Παῦλος " ̓Αθετήσας τις νόμον Μωϋσέως "χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν η τρισὶν μάρτυσιν ἀποθνήσκει." ι να τοίνυν ἀπαλλάξῃ ἡμᾶς τῆς ἐν νόμῳ δίκης καὶ ἀρᾶς καὶ ἀποτομίας, κεχρημάτικεν ἡμῶν ἱερεὺς, οὐ δίκας αἰτῶν τῶν ἡμαρτημένων, οὐκ ἐνόχους τῇ κρίσει καθιστὰς τοὺς ἐξ 466 ἀσθενείας ἀνθρωπίνης πεπλημμεληκότας· δικαιῶν δὲ μᾶλλον τῇ πίστει
About this text
Cyril of Alexandria, Homiliarum incertarum fragmenta (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Homiliarum incertarum fragmenta — new OET from PG 77 Greek.
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.