Homilies of Uncertain Attribution · §six-rem-close

Section IX rem close

Rem CLOSEOUT: Section IX CLOSEOUT.

Greek

καὶ ἐγκλημάτων ἀνιεὶς καὶ ἁγίους ἀποφαίνων καὶ τῆς ἑαυτοῦ φύσεως κοινωνοὺς, ουτω τε συνάπτων δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί· ἐλεήμων γὰρ ἀρχιερεὺς εἰς ἡμᾶς γέγονεν ὁ Χριστὸς, οὐκέτι ταῖς νομικαῖς ἀποτομίαις κρατεῖν ἐπιτρέπων, ἀνιεὶς δὲ μᾶλλον τῶν ἀρχαίων αἰτιαμάτων τοὺς ἠσθενηκότας· πιστὸς δὲ, οτι μόνιμος καὶ διηνεκὴς, καὶ ἀξιόχρεως εἰς πίστιν τῶν ἐπηγγελμένων, καὶ ἀπαράβατον εχων τὴν ἱερωσύνην· ἐλεήμων τοίνυν καὶ πιστὸς, τουτέστιν ἀεὶ μένων γέγονεν ἱερεὺς οτε 2 σπέρματος ̔Αβραὰμ ἐπελάβετο, Θεὸς ων ὁ Λόγος, καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός· τί τοίνυν συκοφαντοῦσι τὴν ἀλήθειαν; τί παραιτοῦνται τὸν Υἱὸν τοῦ ειναι ο ἐστι, διὰ τὴν εἰς ἡμᾶς ἀγάπην;

About this text

Cyril of Alexandria, Homiliarum incertarum fragmenta (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Homiliarum incertarum fragmenta — new OET from PG 77 Greek.

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.