Fragments on Romans · §u10-rem-mid

Unit 10 rem mid

Rem mid: Unit 10; lemma continues; spiritual reading with the letter.

Greek

κατεσκευάσθη τῷ ἀποστόλῳ· ἐπανορθοῖ μὲν γὰρ τοῦ πρέποντος ἡμαρτηκότα τὸν Ἰσραὴλ, καὶ ἐπὶ τὰ λυσιτελῆ προτρέπεται, καὶ τῆς ἰδίας ἀντιποιεῖσθαι ῥίζης διὰ πίστεως τῆς ἐν Χριστῷ. λέγει δὲ τοὺς ἐξ ἐθνῶν τετιμῆσθαι παρὰ Θεοῦ καὶ προτρέπεται εἰς τὸ ἑδραῖον ἐν πίστει καὶ εὐσεβείᾳ· ἐὰν γὰρ οὕτω μείνῃς, κλάδος εὐγενὴς τῆς ἁγίας ἀπομένεις ῥίζης· εἰ δὲ ἀπειθήσεις, ἔξω καὶ αὐτὸς γενήσῃ τῆς ῥίζης. Ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται. Ἐκεῖνο δὴ πάλιν ἄθρει καὶ κατασκέπτου· ἔφη μὲν γὰρ ὅτι τὸ πλήρωμα τῶν ἐθνῶν εἰσελεύσεται καὶ πᾶς Ἰσραὴλ σωθήσεται· ἀλλ' εἴ τις ἕλοιτο πρὸς τοῦτο εἰπεῖν Καίτοι πολλοὶ τῶν ἐθνῶν ἐν ἀπιστίᾳ τεθνήκασι, πῶς οὖν εἰσβέβηκε τὸ 243 πλήρωμα τῶν ἐθνῶν; ἀλλ' οὐδὲ πᾶς Ἰσραὴλ σωθήσεται, εἴπερ ἐστὶν ἀληθὲς ὅτι τὸν τῆς ἀνομίας υἱὸν παραδέξονται οἱ Ἰουδαῖοι, τῆς εἰς Χριστὸν ἀγάπης ἠφειδηκότες· τοῦτο γὰρ αὐτὸς ἔφασκεν "Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ "οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, "ἐκεῖνον λήψεσθε·" καὶ ὁ σοφώτατος Παῦλος "Ἀνθ' ὧν "τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι "αὐτούς· διὰ τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης "εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει." τί οὖν ἐροῦμεν πρὸς τοῦτο; φαμὲν, ὅτι Θεοῦ προθέντος ἀδιαφθονήτως ἅπασι τὴν διὰ πίστεως χάριν, ἐξείργοντος δὲ παντελῶς οὐδένα, πῶς οὐκ εἰσβέβηκε τὸ πλήρωμα τῶν ἐθνῶν, τό γε ἧκον εἰς νοῦν καὶ σκοπὸν τὸν τοῦ κεκληκότος; οὐ γὰρ εἴ τινες ἐθελοντὶ παρώλισθον καὶ τῆς δωρεᾶς διημαρτήκασι, ταύτῃτοι κατεψευσμένον τὸν τῆς γραφῆς εὑρήσομεν λόγον· ἐξὸν γὰρ αὐτοῖς τῶν ἅπαξ δεδωρημένων μεταλαχεῖν, ἐθελούσιον ἀνθ' ὅτου πεποίηνται τὴν ἀπόστασιν; οὐκοῦν ὅσον ἧκεν εἰς ἡμερότητα καὶ φιλανθρωπίαν τοῦ κεκληκότος καὶ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσβέβηκεν, σέσωσται δὲ καὶ ἅπας ὁ Ἰσραήλ· ἐπειδὴ δὲ ἀκαμπεῖς γεγόνασι, 29 ταύτῃτοι καὶ πώρωσιν αὐτοῖς ἀπὸ μέρους γενέσθαι φησί. Καθὼς γέγραπται Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος. Ὅτι μέλλει σώζεσθαι καὶ ὁ ἀπόβλητος Ἰσραὴλ κατὰ καιροὺς, βεβαιοῖ τὰ τῆς ἐλπίδος, λόγιον παρατιθεὶς ἱερόν· σωθήσεται γὰρ κατὰ καιροὺς ὁ Ἰσραὴλ, ἔσχατος καλούμενος μετὰ τὴν τῶν ἐξ ἐθνῶν κλῆσιν. Ἐχθροὶ δι' ὑμᾶς. Ὅσον μὲν οὖν ἧκεν εἰς τὸ κήρυγμα τὸ εὐαγγελικὸν, 244 γεγόνασιν ἐχθροί· προσκεκρούκασι γὰρ διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν· διὰ δὲ τὴν τῶν πατέρων εὐγένειαν οἳ ἐτιμήθησαν ὡς ἅγιοι καὶ θεοφιλεῖς, λογισθεῖεν ἂν εἶναι δι' ἐκείνους ἀγαπητοί· ὅμως ἐχθροὶ γεγόνασιν ἵνα τεθῇ εἰς παραζήλωσιν τοῖς ἀπιστήσασιν. Ὥσπερ γὰρ καὶ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ κ.τ.λ. Ἴσα δείκνυσι τὰ ἀμφοῖν ἐγκλήματα, καὶ μιᾷ χάριτι τεθεραπευμένους τούς τε ἐξ ἐθνῶν καὶ τὸν Ἰσραήλ· κέκληται μὲν γὰρ κατὰ καιροὺς διὰ τοῦ Μωσέως ὁ Ἰσραὴλ, καὶ τῆς ἐν Αἰγύπτῳ ταλαιπωρίας ἐξῄρηται· ἀλλ' οἱ τῶν δαιμόνων θεραπευταὶ, τουτέστι τὰ ἔθνη,

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.