Fragments on Romans · §u10-rem-early

Unit 10 rem early

Rem early: Unit 10; historia and theoria toward Christ.

Greek

οὐχὶ ταύτης ἕνεκα τῆς αἰτίας κεκλῆσθαι τὰ ἔθνη διατεινόμενος, ἵνα εἰς ἅπαν ἀποπέσοι τῆς εἰς Θεὸν ἐλπίδος ὁ Ἰσραὴλ οἷά τινι λίθῳ περιπταίσαντες Χριστῷ, ἀλλ' ἵνα μᾶλλον τοὺς ἀδοκήτως εἰσδεδεγμένους παραζηλοῦντες, μεταμαθεῖν ἕλοιντο τὰ αἰσχίω, καὶ φρονεῖν ἄμεινον ἢ πρὶν, παραδέξαιντό τε οὕτω τὸν λυτρωτήν. παραστήσεται δὲ ὁ λόγος ὡς ἐν βραχεῖ παραδείγματι· παῖδες μὲν γὰρ ἔσθ' ὅτε μικροί τε καὶ ἄνηβοι, τὰς τοῖς ἔτι νηπίοις πρέπουσας εἰσδέχονται λύπας· εἶτα πατρὸς ἢ μητρὸς ἀποδραμόντες βραχὺ, ἀπροφάσιστον μὲν τῶν ὀμμάτων καταχέουσι δάκρυον, λυποῦσι δὲ οὐ μετρίως τοὺς γεγεννηκότας· φέρει γὰρ εἰς τοῦτο τῆς φυσικῆς φιλοστοργίας ὁ νόμος· καὶ δὴ τῆς μικροψυχίας καὶ εἰκαιότητος νηπιοπρεποῦς ἀφιστάντες εὐτέχνως, παιδίον ἁπλῶς τὸ παρατυχὸν ἁρπάζουσιν, αὐτῷ τε προσάγουσι τὰς παρὰ σφῶν τιμὰς, παραζηλοῦντες ἐκεῖνο καὶ οἷον κατερεθίζοντες εἰς 241 ἐπιστροφὰς καὶ ἀγάπησιν τὴν ἐφ' ἑαυτοῖς· 28 τοιοῦτόν τι πε241 πράχθαι, καθάπερ ἐγὼ οἶμαι, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος, ἀπογινώσκειν οὐκ ἐφιεὶς, καίτοι προσκεκρουκότα, τὸν Ἰσραήλ. Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου. Εἰ γὰρ πεπλούτηκε, φησὶν, ὁ κόσμος τὴν πρὸς Θεὸν οἰκειότητα διά γε τὸ προσκροῦσαι τὸν Ἰσραὴλ καὶ, ἐπείπερ εἰσὶν ἐν ἐνδείᾳ φρενὸς ἀγαθῆς, προσελήφθη τὰ ἔθνη, τίς ἂν εἴη λοιπὸν ἡ πρόσληψις αὐτῶν, ἢ μονονουχὶ καὶ θανάτου λύσις καὶ ζωὴ ἐκ νεκρῶν; Εἴ πως παραζηλώσω μου τὴν σάρκα. Εἰς ὁμοψυχίαν οὖν καὶ εἰρήνην τοὺς ἐξ ἐθνῶν πιστοὺς καὶ Ἰουδαίων ἐφέλκεται, ἵνα μὴ ἐπαίρωνται, ἀλλὰ τῷ Θεῷ τὰ χαριστήρια ἀναθῶσιν ὡς ἀμνησικάκως χαρισαμένῳ τὴν τῶν παραπτωμάτων ἄφεσιν· δοξάζειν δέ φησι τὴν ἑαυτοῦ διακονίαν, οὐ δόξης εἰκαίας ἐπιθυμῶν· ἀλλ' ἵνα φησὶ παραζηλώσω μου τὴν σάρκα· σάρκα δὲ πάλιν ἰδίαν ἐν τούτοις ὀνομάζει τὸν Ἰσραὴλ, ἤτοι τὸ κατὰ σάρκα γένος. ὅμοιον οὖν ὡσεὶ λέγοι τυχόν Εὐκλεᾶ τε καὶ ἀξιόχρεων καὶ φιλαιτάτην Θεῷ τὴν ἀποστολὴν τὴν ἐμὴν εἶναι λέγω, καὶ τοῖς ἀνὰ πᾶσαν τὴν ὑφήλιον χρειωδεστάτην· οὐχ ἵνα ταῖς διακένοις τιμαῖς καὶ ἐκτόποις φιλοκομπίαις τὴν ἐμαυτοῦ φαίνοιμι στεφανῶν κεφαλὴν, ἀλλ' ἵνα τὸ κατὰ σάρκα γένος ἀνασώσαιμι τὸ ἐμόν· μονονουχὶ διανύττων οἷά τινι κέντρῳ τῷ ζήλῳ, καὶ διανιστὰς εἰς τὸ ἑλέσθαι δεῖν τῇ διὰ Χριστοῦ χάριτι δικαιοῦσθαι. 242 Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν; Ἐπειδὴ οὖν ἐκ πίστεως ἢ τρόπων οὐκ ἦν ἐπαινέσαι τὸν Ἰσραὴλ, ἐπὶ τοὺς τῆς οἰκονομίας κεχώρηκε λόγους, καὶ τὴν ἐκείνων ἀπιστίαν πρόξενον τῷ κόσμῳ γεγενῆσθαί φησι τῆς πρὸς Θεὸν οἰκειότητος· καὶ πειρᾶται λέγειν ὅτι δι' ὧν προσκεκρούκασι, τάχα που καὶ εὐεργέται τοῦ κόσμου γεγόνασι, καὶ οἱονεὶ πεσόντας καὶ χαμαὶ κειμένους τοὺς Ἰουδαίους στεφανοῖ· ζωὴν γὰρ εἶναί φησιν ἐκ νεκρῶν τὴν πρόσληψιν αὐτῶν, εἴ γε ἐστὶν ἀψευδὲς, ὡς γέγονεν ἡ ἀποβολὴ αὐτῶν κόσμου καταλλαγή. Ἐὰν ἐπιμείνῃς. Εὐτέχνως ἄρα ὁ λόγος

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.