Unit 5 rem mid
Rem mid: Unit 5; lemma continues; spiritual reading with the letter.
Greek
ἁμαρτίαν, κατηφείας γεμὴν μετὰ τοῦτο μεμέστωνται· τούτοις ἂν πρέποι καὶ μάλα εἰκότως μονονουχὶ καὶ ἀβουλήτως ἠσθηνηκόσι τὸ φάναι δὴ πάλιν "Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ "οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία." Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός. Ἐνίησι πάλιν τῆς θεωρίας τὸ ἀκριβὲς τῇ τοῦ σώματος φύσει, καὶ τῶν ἐνόντων αὐτῷ φυσικῶς ἀῤῥωστημάτων τὴν δύναμιν κατασκέπτεται. αἵ τε γὰρ ὀρέξεις αἱ πρὸς πᾶν ὁτιοῦν ἀποκομίζουσαι τῶν παθῶν, καὶ τῆς φιληδόνου ζωῆς τὰ ἐγκλήματα, πηγὴν ἔχουσι τὴν σάρκα· καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων τοῦ Σωτῆρος ὁ μαθητής "Πόθεν πόλε"μοι ἐν ὑμῖν καὶ πόθεν μάχαι; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν "ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;" Τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν, οὐχ εὑρίσκω. Τὸ γὰρ θέλειν φησὶ παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ· καὶ τὰ ἑξῆς· εἰς ἀπόδειξιν τοῦ κατηγορεῖσθαι τὴν σάρκα δεινῶς ὠδίνουσαν ἐν ἑαυτῇ τὴν ἁμαρτίαν, παραδέχεται σοφῶς τὸ παρακεῖσθαι μὲν ἡμῖν τὸ ἀγαθὸν, μὴ μὴν ἔτι καὶ τὸ δύνασθαι διαπεραίνειν αὐτό· καταβιάζεται γὰρ εἰς ἀβούλητον ἐκτροπὴν καὶ οὐχ ἑκόντα τὸν νοῦν. οὐκοῦν 207 ὅσον ἧκεν εἴς γε τὸ αὐτῷ δοκοῦν, ἦν ἂν ἔξω καὶ ἁμαρτίας· ἐπειδὴ δὲ δυσδιάφυκτον ὑπομένει πλεονεξίαν, εἴη ἂν εἰκότως, οὐκ αὐτοῦ δὴ μᾶλλον, ἀλλὰ τοῦ πλεονεκτοῦντος ἡ αἰτία· ταύτῃτοί φησιν Εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. Εἴποι δὲ ἄν τις Ἆρα εἴ τινες τῶν ἀλιτηρίων βαρβάρων πόλιν ἢ χώραν καταδῃώσαντες, εἶτα δορυκτήτους τῶν ἐνοικούντων ἑλόντες τινὰς τὸν τῆς δουλείας αὐτῶν ἐπιτιθεῖεν ζυγόν· οἱ δὲ τοῦτο πεπονθότες ὡς ἐξ ἀναγκαίου δεσμοῖς τοῖς τῶν 14 κρατούντων εἴκοιεν νόμοις, μώμου καὶ γραφῆς εἶεν ἂν ἄξιοι, ὅτι μήτε ἀμείνους τῆς ἀνάγκης εἰσὶ, μήτε μὴν τὸ σφίσιν αὐτοῖς ἡδὺ διαπεραίνειν σπουδάζουσι, τῆς τῶν τετυραννηκότων ἀλογήσαντες ἐξουσίας; ἀλλ' οὐκ ἂν οἶμαί τις αὐτοὺς εἰκότως διαμωμήσαιτο. οὐ γὰρ ἐξὸν ἀνεῖσθαι δουλεύουσιν, εἴκουσι δὲ ὡς ἔφην ταῖς ἀβουλήτοις συμφοραῖς. ἀλύοντες μὲν ὅτι τῆς ἐλευθερίας ἐστέρηνται, τοῖς γεμὴν ἀλκιμοτέροις ἐξ ἀνάγκης ἡττώμενοι καὶ οὐχ ἕκοντες δουλεύουσιν. ἀλλ' εἴπερ ἐστὶ τοῦτο τοῦ εἰκότος οὐ μακρὰν, ἀπηλλάχθω γραφῆς ὁ ἀνθρώπινος νοῦς ἐπὶ τοῖς τῆς σαρκὸς ἀῤῥωστήμασιν. ἀλλ' ἦν ἐπ' αὐτῷ, φησὶ, καὶ τὸ μὴ ἑλέσθαι δρᾶν· ἔχει γὰρ αὐτὸς τὰς τῶν θελημάτων ἡνίας. οὐκοῦν ἔστω καὶ πλεονεξίας ἀμείνων καὶ ἀτυράννευτος ἁμαρτίαις. εἰ δὲ δύσοιστος καὶ οὐκ εὐάντητος ἡ τῆς σαρκὸς φύσις, κατεξανιστᾶσα τῷ νῷ τὴν ἀτίθασον ἡδονὴν, ἀργότερος δὲ πρὸς ἐπικουρίαν ὁ νόμος· οὐ γὰρ ἔχει τὸ δύνασθαι νεκροῦν ἁμαρτίας· οὐκ ἂν ἐγκαλέσειέ τις δικαίως ὅτι μὴ δρᾷ τὸ ἀμεῖνον τὰ αἰσχίω μεθείς· κἂν εἰ ἔχοι τυχὸν τὰς τῶν ἐν ἡμῖν θελημάτων ἡνίας. Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.