Fragments on Romans · §u05-rem-early

Unit 5 rem early

Rem early: Unit 5; historia and theoria toward Christ.

Greek

ἂν ἡμῖν ὁ πάντα εἰδὼς τὸν ἐκ τοῦ νόμου ζυγὸν ἐπετίθει, τὸ αὐτῷ δοκοῦν εὖ μάλα βραβεύοντα καὶ παιδαγωγοῦντα πρὸς τὸ συμφέρον, εἰ τοῖς εἱμαρμένης βρόχοις ἐνειλημμένους ἠπίστατο; ἢ γὰρ ἐκεῖνο λεγόντων οἱ δι' ἐναντίας, ὡς ἠγνόηκε τοῦτο Θεὸς, ἢ εἴπερ ὀρθὰ φρονεῖν ᾑρημένοι δεδίασι σφόδρα τὸ τῆς ἀῤῥήτου δόξης καταχέαι τὴν ἄγνοιαν· νενομοθετηκέναι δέ φασι, καὶ μὴν καὶ τῶν πλημμελούντων καθορίσαι τὰς δίκας ὁμολογήσουσιν ἐναργῶς· οἶδέ που πάντως ἐλευθέρῳ φρονήματι διαζῶντα τὸν ἄνθρωπον καὶ ῥοπαῖς ἐθελουσίοις ἐφ' ὅπερ ἂν καὶ βούλοιτο διάττειν ἰσχύοντα, παραποδίζοντος οὐδενός. ταύτῃτοι καὶ ὁ θεσπέσιος Παῦλος κυριεύειν ἔφη τοῦ ἀνθρώπου τὸν νόμον ἐφ' ὅσον χρόνον ζῇ· οὐκοῦν οὐχ ὡς τῆς ἀνθρώπου διανοίας τοῖς ἑτέρων ὑποκειμένης νεύμασι τὰ τοιάδε φησί· φιλοσοφεῖ δὲ καὶ τῆς ἀνθρώπου 205 13 φύσεως τὰ πάθη περιεργάζεται, μόνον δὲ οὐχὶ καὶ ἀνορύττει λεπτῶς τὰ εἰς νοῦν ἔσω τῶν ἀῤῥωστημάτων, καὶ τῆς ἐμφύτου φιληδονίας τὸ σῶμα γράφεται, τοῦ νοσοῦντος ἔτι τὴν φιλοσαρκίαν ἑαυτῷ τὸ πρόσωπον εὖ μάλα περιτιθείς. εἰ γὰρ καὶ ἐσταύρωται μὲν αὐτὸς τῷ κόσμῳ, καὶ μὴν ὁ κόσμος αὐτῷ, καὶ ἦν ἀξιάγαστος ἀληθῶς, ἀλλ' ἡγεῖτο σοφὸν μὴ εἰς τὸ οἰκεῖον χάρισμα βλέπειν, ἀλλὰ τὴν τῶν οὔπω γεγονότων κατ' αὐτὸν ἀσθένειαν ὑπόθεσιν ἀναγκαίαν ποιεῖσθαι τῷ λόγῳ. ὅταν οὖν ἀκούσῃς λέγοντος Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω, ἐννόει τινὰς τῶν ὑπεράγαν ἁμαρτωλῶν οἰομένους, ὅτι τὸν πανάριστον ἀληθῶς διαζῶσι βίον, καὶ ὅτι τῆς ἐν τῷδε τῷ κόσμῳ τρυφῆς καὶ ἐξιτηλίας οὐδὲν ἂν γένοιτο τὸ ἰσοστατοῦν· καταμυσάττονται μὲν γὰρ τῆς ἐπιεικείας τοὺς τρόπους, ἐναβρύνονται δὲ καὶ ἐνσπαταλῶσι λίαν ταῖς σφῶν αὐτῶν ἡδοναῖς· καὶ περὶ αὐτῶν οἶμαί που φησὶν ὁ Παῦλος "Οἱ τὰ "ἐπίγεια φρονοῦντες, ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ "αἰσχύνῃ αὐτῶν." οὗτοι φαῖεν ἂν εἰκότως ὥς τι τῶν ἄγαν ἐπαινουμένων πληροῦντες τὸ φαῦλον Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω. οὐκοῦν ἀκουέτωσαν "Ἐκνήψατε οἱ μεθύοντες "ἐξ οἴνου αὐτῶν·" ὅνπερ γὰρ τρόπον οἱ φιλοπόται καὶ κάτοινοι παρακεκομμένοι τῷ πάθει τῆς διανοίας τὸ ἀκριβὲς, οὐκ ἂν εἰδεῖεν τὰ σφίσι δρώμενα κατὰ τὸν τοῦ μεθύειν καιρὸν, οὕτως οἱ τὴν φρένα κατηῤῥωστηκότες ἐκ φιλοσαρκίας καὶ τῶν αἰσχίστων ἡδονῶν, οὐδὲ ὅ τι ποτὲ δρῶσιν εἰδεῖεν ἄν· νόσημα δὴ οὖν ἀνθρώπου καρδίας ὁ Παῦλος ἡμῖν ἐξηγεῖται λέγων Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· εἰ δὲ δή τις εἴη τοῖς μὲν ἀπὸ τοῦ συνειδότος ἐλέγχοις τρυφερωτέραν ὥσπερ ὑπέχων τὴν ἑαυτοῦ καρδίαν, καὶ ἀσχάλλων μὲν ὅτι πλημμελεῖ, πλὴν ἔτι πλεονεκτούμενος ταῖς εἰς ἁμαρτίαν ἡδοναῖς, καὶ οἷον ἀβουλήτως ἰὼν πρὸς τὸ πλημμελὲς, φαίη ἂν εἰ 206 κότως Οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ τοῦτο ποιῶ· ὡς πόσοι ποσάκις τεθαυμάκασι μὲν τὴν ἐγκράτειαν, καὶ δὴ καὶ μελέτης τῆς εἰς αὐτὴν ἀρξάμενοι, τοῖς τῆς μυσαρᾶς ἡδονῆς νενίκηνται κέντροις, καὶ ὀκλάσαντος αὐτοῖς τοῦ νοῦ πρὸς τὸ χεῖρον, ἐνηργήκασι τὴν

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.