Unit 4 rem mid
Rem mid: Unit 4; lemma continues; spiritual reading with the letter.
Greek
ὑπὸ δίκην· τότε δὴ τότε ταῖς ἑαυτοῦ ῥᾳθυμίαις ἐπιστυγνάσας, καὶ τῆς ἀκριβείας τοῦ νόμου μονονουχὶ κατακεκράξεται λέγων Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. εἰ γάρ ἐστιν ἀληθῶς ἁμαρτία νεκρὰ χωρὶς νόμου, πῶς οὐ πιθανὸν ἐννοεῖν ζωοποιεῖσθαι τρόπον τινὰ διὰ τοῦ νόμου τὴν ἁμαρτίαν τοῦ καὶ ἐμφανῆ καθιστάντος αὐτὴν, καὶ οἷον ἔμπνουν ἀποτελοῦντος, καίτοι πάλαι μὴ ἐγνωσμένην, εἰ καὶ ἦν ἐν ἡμῖν; οὐ γὰρ ἦμεν δίκαιοι, ὥσπερ δὲ νεκρᾶς οὔσης τῆς ἁμαρτίας, διά τοι τὸ μὴ εἶναι τυχὸν τὸν καταδικάζοντα νόμον, ἐζῶμεν ἡμεῖς τῆς ἀγνοίας τὴν παραίτησιν εὐάφορμον ἔχοντες· "οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις," καθά φησιν αὐτός. οὕτω παρελθούσης εἰς μέσον τῆς ἐντολῆς, ἀνεβίω μὲν ὥσπερ ἡ ἁμαρτία, κατηρτίσθη δὲ ὁ θάνατος καὶ ἀρὰ καὶ δίκη τῶν ταῖς παραβάσεσιν ὑποπιπτόντων ἐξ ἀσθενείας. καὶ τί τὸ ἐντεῦθεν; πέπρακταί τι τῶν ἐλπίδος ἔξω καὶ ἀδοκήτων ἐφ' ἡμῖν· εὕρηται γὰρ ἡ ἐντολή φησιν ἡ δοθεῖσα πρὸς ζωὴν, αὕτη εἰς θάνατον. ὥσπερ γὰρ κατασίνεταί πως τῆς ἡλιακῆς ἀκτῖνος τὸ φῶς τοὺς οἵπερ ἂν εἶεν τὴν ὄψιν ἠῤῥωστηκότες, καίτοι πεφυκὸς εἶναι γλυκὺ καὶ τριπόθητον, καὶ οὐκ αὐτὸ πάντως ἐστὶ τὸ ἀδικοῦν, νοοῖτο δὲ μᾶλλον τῆς τῶν πεπονθότων ἀῤῥωστίας ἔγκλημα τὸ ἀδικεῖσθαι παρ' αὐτοῦ· κατὰ τὸν ἴσον οἶμαι τρόπον πρόφασιν διδόσθαι τῇ ἁμαρτίᾳ φησὶ τὴν ἐντολὴν, ἐξηπατῆσθαί τε δι' αὐτῆς, κατακομισθῆναι δὲ καὶ εἰς θάνατον. φαίη δ' ἄν 200 τις καὶ ἑτέρως ὅτι δὴ σφόδρα φιλεῖ ταῖς τοῦ νόμου βουλαῖς ἀεί πως μάχεσθαι τὸ φιλήδονον· καὶ οἱ τῆς φαυλότητος τρόποι ταῖς ἐπιεικείαις ἀνακοπτόμενοι, γενικώτερον ἀντεξάγουσι, καὶ τὸν νοῦν ἐσθ' ὅτε καταληΐζονται καταστρέφοντες εἰς παράβασιν, καὶ ταῖς ἐκ νόμου ποιναῖς ὑποφέροντες, καίτοι νόμον ἐσχηκότες τοῦ πολέμου τὴν ἀφορμήν. 11 ταύτῃτοί φησι σοφὸς ὢν ὁ Παῦλος ἠπατῆσθαί τε διὰ τῆς ἐντολῆς, καὶ δι' αὐτῆς ἀποθανεῖν· ἀπέκτεινε γὰρ μονονουχὶ καταθήγουσα πρὸς ἀντίστασιν τὰς ἐν ἡμῖν ἡδονὰς, κατά γε τοὺς προειρημένους τρόπους. Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. Ἅγιος ὁ νόμος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή· ἀποφαίνει γὰρ ἁγίους τε καὶ δικαίους καὶ ἀγαθοὺς τοὺς οἵ περ ἂν ἕλοιντο φυλάττειν αὐτὸν, ἵνα δὴ γένοιντο ταῖς ἐκ παραβάσεων αἰτίαις οὐδαμόθεν ἁλώσιμοι. ἀλλ' ἦν τοῦτό πως ἀνέφικτον· "Παραπτώματα γὰρ τίς συνήσει," κατὰ τὸ γεγραμμένον; Τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος; Ἅγιος μὲν ὁ νόμος, ἁγία δὲ καὶ ἡ ἐντολὴ καὶ ἀγαθή. εἶτα πῶς ἔφασκε "Καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς "θάνατον;" ἆρα οὖν εἰπέ μοι γέγονε τὸ ἀγαθὸν ὀλέθρου πρόξενον; μὴ γένοιτο, φησίν· ἐπαιτιῶμαι γὰρ ἐν τούτοις ἥκιστα μὲν τὸν νόμον, ἕστηκα δὲ ὥσπερ τῆς ἁμαρτίας κατήγορος· καταβιάζεται γὰρ οὕτω τὴν ἀνθρώπου φύσιν, καὶ τῆς ἐν ἡμῖν διανοίας κεκράτηκεν· ὥστε αὐτὸν τὸν εἰς σωτηρίαν
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.