Unit 4 rem close
Rem CLOSEOUT: Unit 4 CLOSEOUT.
Greek
201 ἡμῖν καὶ ζωὴν δοθέντα νόμον, τὴν ἁγίαν ὄντως καὶ ἀγαθὴν ἐντολὴν, θανάτου γενέσθαι πρόφασιν τοῖς ὑπεζευγμένοις· πῶς ἢ τίνα τρόπον; εἰ γὰρ ἕψεται μὲν ἀεὶ τοῖς παρανομοῦσιν ἡ δίκη, διεληλάκαμεν δὲ πρὸς τοῦτο λοιπὸν ἀσθενείας ἡμεῖς, ὡς ἀεὶ ταῖς παραβάσεσιν ἐναλίσκεσθαι, ἐναργὲς ἤδη πως, ὅτι κατὰ τοῦτον τὸν τρόπον ὁ σώζων νόμος, ὁ ἅγιός τε καὶ ἀγαθὸς, νεῦρά πως δοκεῖ γενέσθαι τῇ ἁμαρτίᾳ καὶ ὁδὸς εἰς θάνατον τοῖς ὑφ' ἁμαρτίαν· καὶ τάχα που, φησὶν, ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς· τοῖς μὲν γὰρ ἠγνοηκόσι τὸ τῷ ∆εσπότῃ δοκοῦν, ἕψεται μὲν πάντως τὸ ἐναλῶναι δίκαις· ἠνομήκασι γὰρ, εἰ καὶ μὴ ἐγνώκασι. πλήν ἐστί τις αὐτοῖς καὶ ἀπολογίας οὐκ ἀπίθανος οἶμαι λόγος· προβαλοῦνται γὰρ κατὰ τὸ εἰκὸς τὴν ἄγνοιαν· τοῖς γεμὴν ἐν νόμῳ τὸ μὴ εἰδέναι λέγειν τὸ θέλημα τὸ δεσποτικὸν, εἰκαῖον ἤδη πως. οὐκοῦν εἰ φαίνοιτο διαβιοῦν ᾑρημένος ἀνοσίως, οὐκ ἀγνοίας ἔσται ἀλλ' ἀπονοίας τὸ κατηγόρημα, καὶ τῆς ἀνωτάτω λοιπὸν ἀφιλοθεΐας· οὕτως ἂν λέγοιτο καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία, ἁμαρτωλοῦ μὲν γὰρ ὑπάρχοντος καὶ τοῦ πεπλημμεληκότος ὡς ἐν ἀγνοίᾳ, ἥκιστα γεμὴν καθ' ὑπερβολὴν λεγομένου τε καὶ ὄντος ἁμαρτωλοῦ. Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν. Πνευματικόν φησι τὸν νόμον, ὡς ἀποτελοῦντα πνευμα 202 τικοὺς τοὺς ἑπομένους αὐτῷ· νοεῖται δὲ πνευματικὸς ὁ μὴ κατὰ σάρκα ζῶν, ἀπονενευκὼς δὲ μᾶλλον ἐπὶ τὸ θέλειν ἕπεσθαι τῇ θελήσει τοῦ πνεύματος· ἔφη δὲ καὶ ὁ μακάριος ∆αυείδ "Ὁ νόμος Κυρίου ἄμωμος ἐπιστρέφων ψυχὰς, ἡ "μαρτυρία Κυρίου πιστὴ σοφίζουσα νήπια· ὁ φόβος Κυρίου "ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος." ὥσπερ οὖν ἄμωμόν φησιν εἶναι τὸν νόμον, οἶδε γὰρ ἀμώμους ἀποτελεῖν, πιστὴν δὲ τὴν μαρτυρίαν ὡς πιστοὺς ἀποφαίνουσαν, καὶ ἁγνὸν τὸν φόβον, ἔστι γὰρ ἁγνοποιὸς, οὕτως ἐκδέξῃ κἀνθάδε πνευματικὸν εἰρῆσθαι τὸν νόμον, ὡς πνευματικοὺς ἀποφαίνοντα τοὺς ἑπομένους αὐτῷ· εἰ γὰρ καί ἐστιν ἐν σκιαῖς, ἀλλ' οὖν ἔχει τῆς ἀληθείας τὴν μόρφωσιν. τί οὖν ὁ Παῦλος; ἰσχυρίζεται μὲν, ὅτι πνευματικὸς ὁ νόμος, αἰτιᾶται δὲ τὴν ἀνθρώπου φύσιν ὡς πολὺ νοσοῦσαν τὴν ἁμαρτίαν· καὶ πειρᾶται πληροφορεῖν, ὡς ἐπείπερ ἐστὶ πνευματικὸς ὁ νόμος, ταύτῃτοι μάλιστα φορτικός ἐστι τῇ τοῦ ἀνθρώπου φύσει· τί γὰρ, εἰπέ μοι, φησὶν, εἰ ὁ μὲν νόμος ἐστὶ πνευματικὸς, ἐγὼ δὲ σαρκικός εἰμι, τουτέστι τῷ τῆς σαρκὸς φρονήματι τυραννούμενος; ὁρᾷς ὅπως εἰς ὅσην ἡμῖν ἐναντιότητα θελημάτων τίθησι τὰ δηλούμενα; ἕτερον γὰρ τὸ θέλημα τοῦ πνεύματος, καὶ ἕτερον ἂν νοοῖτο τὸ τῆς σαρκός· ἀντίκεινται γὰρ ἀλλήλοις, καὶ ἀσύμβατον ἔχουσι τὴν εἰς ταυτότητα συνδρομήν· ὅτε τοίνυν σαρκικὸς μὲν ὁ ἄνθρωπος, πνευματικὸς δὲ ὁ νόμος, πῶς ἂν γένοιτο καὶ οἰστὸς τοῖς οὕτως ἠῤῥωστηκόσι τὴν ἁμαρτίαν; καὶ μάλα ἐμφρόνως· εἰ γάρ ἐστι σαρκικὸς, νοηθείη ἂν οἷά τις αἰχμάλωτος καὶ 12
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.