Fragments on Romans · §u03-rem-mid

Unit 3 rem mid

Rem mid: Unit 3; lemma continues; spiritual reading with the letter.

Greek

ἀμέλει καὶ ἐν Ἀδὰμ, ὅτε γέγονεν ἐπάρατος, ὅλη νενόσηκε τὴν ἀρὰν ἡ φύσις· οὕτω γὰρ καὶ συνεγηγέρθαι λεγόμεθα τῷ Χριστῷ, συγκαθῆσθαι δὲ καὶ ἐν τοῖς ἐπουρανίοις· εἰ γὰρ καί ἐστιν ὑπὲρ ἡμᾶς ὡς Θεὸς ὁ Ἐμμανουὴλ, ἀλλ' οὖν ἐπεί τοι γέγονε καθ' ἡμᾶς ὡς εἷς ἐξ ἡμῶν, ἐγήγερταί τε καὶ συνεδρεύει τῷ Θεῷ καὶ Πατρί. συνεσταυρώθη τοίνυν ὁ παλαιὸς ἄνθρωπος· λέλυται γὰρ διὰ τῆς ἀναστάσεως τῆς ἀρχαίας ἐκείνης ἀρᾶς ἡ δύναμις· κατήργηται δὲ καὶ τὸ σῶμα τῆς ἁμαρτίας, καὶ οὐχὶ δὴ πάντως ἡ σὰρξ, ἀλλὰ τῶν ἐν αὐτῇ κινημάτων ἡ ἔμφυτος ἀγριότης, κατασείουσα μὲν ἀεὶ πρὸς τὰ αἰσχίω τὸν νοῦν, ἐνιεῖσα δὲ ὥσπερ πηλῷ καὶ τέλμασι ταῖς γεωδεστέραις ἡδοναῖς· ὅτι γὰρ ἐν Χριστῷ καὶ τοῦτο κατώρθωται τῇ ἀνθρωπείᾳ φύσει, πῶς ἂν ἐνδοιάσειέ τις, Παύλου λέγοντος ἐναργῶς "Τὸ "γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ "Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρ"τίας καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ "σαρκί;" ὁρᾷς οὖν ὅπως τὸ τῆς ἁμαρτίας κατήργηται σῶμα; κατακέκριται γὰρ ἐν τῇ σαρκὶ τῆς ἁμαρτίας τὸ κέντρον· καὶ 193 νενέκρωται μὲν ἐν πρώτῳ Χριστῷ, διαβέβηκε δὲ παρ' αὐτοῦ τε καὶ δι' αὐτοῦ καὶ εἰς ἡμᾶς ἡ χάρις. Ἡ ἀγνοεῖτε, ἀδελφοί· γινώσκουσι γὰρ νόμον λαλῶ. Πανταχοῦ ἐπισφαλὲς ἀποφαίνει τὸ ὑπὸ νόμῳ κεῖσθαι ζητεῖν· προτρέπει δὲ μᾶλλον ἐφίεσθαι καὶ ὅλῃ διανοίᾳ διψῆν τὴν διὰ πίστεως χάριν, τουτέστι τὴν ἐν Χριστῷ δικαίωσιν· ᾧ καὶ συντεθάφθαι διισχυρίσατο τοὺς βεβαπτισμένους, ἵνα νεκρωθέντες τῇ ἁμαρτίᾳ, Θεῷ ζήσειαν ἐν δικαιοσύνῃ. τοιγάρτοι καὶ ἔφασκεν "Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ "θνητῷ ὑμῶν σώματι εἰς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις "αὐτοῦ, μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ "ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ ὡσεὶ ἐκ "νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ "Θεῷ· ἁμαρτία 8 γὰρ ὑμῶν οὐκέτι κυριεύσει· οὐ γάρ ἐστε "ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν." ἄθρει δὴ οὖν ὅπως ἀποφοιτᾶν ἐπιτάττει τῆς τοῦ νόμου σκιᾶς, ὑποτρέχειν δὲ μᾶλλον τὴν ἐν Χριστῷ χάριν· πλὴν οὐκ ἠγνόησεν ὁ πνευματοφόρος ὅτι δὴ πάντως ἐροῦσί τινες, ἤγουν διαλογιοῦνται, ὅτι διημαρτήκασιν ἄρα τῆς εὐθείας ὁδοῦ καὶ ζωῆς οἱ πατέρες· ὤνησε δὲ αὐτοὺς ὁ νόμος οὐδὲν, καὶ φροῦδά πως ἤδη τῆς ἐκείνων πολιτείας τὰ αὐχήματα· εἰ γάρ ἐστι τῶν ἀτόπων τὸ ὑπὸ νόμῳ κεῖσθαι ζητεῖν, καὶ ἦν οὗτος τοῖς ἀρχαίοις ὁ τοῦ βίου σκοπὸς, πῶς οὐκ ἀληθὲς εἰπεῖν ὡς τοῦ πρέποντος διημαρτήκασιν; ἀγωνίζεται τοίνυν ὁ Χριστὸν ἔχων ἐν ἑαυτῷ· καὶ ὑποπλάττεται μὲν εὐφυῶς τὸ καὶ αὐτοῖς βούλεσθαι συνειπεῖν τοῖς ὑπὸ νόμον βεβιωκόσι, περιτρέπει δὲ ποικίλως εἴς γε τὸ δεῖν οἴεσθαι, καιροῦ καλοῦντος εἰς πίστιν, μὴ λίαν ἐθέλειν τοῖς ἀρχαίοις ἔθεσιν ἐμφιλοχωρεῖν· ταύτῃτοί φησιν Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, γινώσκουσι γὰρ νόμον λαλῶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ; ὅρος οὗτος γενικὸς 194 κατά τε νόμου

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.